Epistle of Jeremiah 0 (Greek, Swete)

Bible/Old Testament · Epistle of Jeremiah · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Epistle of Jeremiah 0; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

74 lines · a line number is a link to itself
refL0 witness
1[modern ch 1]
0:0ANΤΙΓΡΑΦΟΝ ἐπιστολῆς ἧς ἀπέστειλεν Ἱερεμίας πρὸς τοὺς ἁχόησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ θεοῦ.
0:1Διὰ τὰς ἁμαρτίας ὑμῶν ἄς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσὸρ βασιλέως τῶν Βαβυλωνίων.
0:2εἰσελθόντες οὗν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετʼ εἰρήνης.
0:3νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπʼ ὠμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν.
0:4εὐλαβήθητε οὗν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λάβῃ ἐπʼ αὐτοῖς,
0:5ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά· εἶπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, Δἐσποτα.
0:6ό γὰρ ἄγγελός μου μεθʼ ὑμῶν ἐστίν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν.
0:7Γλῶσσα γὰρ αὐτῶν ἐστὶν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δʼ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν.
0:8καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον
0:9κατασκευἀζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν· ἔστι δέ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλοῦσιν,
0:10δώσουσιν δὲ ἀπ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις. κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν, θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς καὶ ξυλίνους.
0:11οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων, περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν.
0:12ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείω ἐπʼ αὐτοῖς.
0:13καὶ σκῆπτρον ἔχει ὁὡς ἄνθρωπος κριτὴς χώρας, ὸς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ.
0:14ἔχει δὲ ἐνχειρίδιον δεξιῷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται. ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί μὴ οὗν φοβηθῆτε αὐτούς.
0:15Ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται,
0:16τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις. οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων.
0:17καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαί, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὐχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι
0:18λύχνους καίουσιν καὶ πλείους ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν.
0:19ἔστιν μέν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δέ καρδίας αὐτῶν φασὶν ἐκλείχεσθαιʼ τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτοὺς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται.
0:20μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας.
0:21ἐπ ὶ τὸ σώμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἵλουροι.
0:22ἰθεν γνώσεσθε ὅτι οὐκ εἰσὶν θεοί μὴ οὗν φοβεῖσθε αὐτά.
0:23Τὸ γὰρ χρυσίον ὁ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο ἠσθάνοντο.
0:24ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ἔστιν πνεῦμα.
0:25ἄνευ ποδῶν ἐπʼ ὀμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτά,
0:26διὰ τό, μὴ ποτε ἐπὶ τὴν γῆν πέσῃ, δι᾿ αὐτῶν ἀνίστασθαι· μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι᾿ ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλʼ ἶσπερ νεκροῖς τὰ δώρα αὐτοῖς παρατίθεται.
0:27τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπʼ αὐτῶν ταριχεύουσαι οὕτε πτωχῷ οὕτε ἀδυνάτῳ μὴ μεταδώσιν·
0:28τῶυ θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼς ἄπτονται. γνόντες οὗν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτοὺς.
0:29Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις·
0:30καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διερραωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν,
0:31ὠρύονται δέ βοώντες ἐναντίον τῶν θεῶν αὐτῶν ώσπερ τινές ἐν περιδείπνῳ νεκροῦ.
0:32ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύσουσιν τὰς γυναίκας αὐτῶν καὶ τὰ παιδία·
0:33οδτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὕτε ἐὰν ἀγαθόν, δυνήσονται ἀνταποδοῦναι· οὕτε καταστῆσαι βασιλέα δύνανται οὕτε ἀφελέσθαι.
0:34ὁὡσαύτως οὕτε πλοῦτον οὐτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν·
0:35ἐκ θανάτου ἄνθρωπον οὐ μὴ όύσωνται, οὐτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται·
0:36Μνθρωπον τυφλὸυ εἰς ὄρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται·
0:37χήραν οὐ μὴ ἐλεήσωσιν, οὕτε ὀρφανὸν εὗ ποιήσουσιν.
0:38τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δῆ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται.
0:39πώς οὗν νομιστέον ἤ κλητέον αὐτοὺς ὑπάρχειν θεούς;
0:40Ἐτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, oζ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι,
0:41καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἵσθησιν γὰρ οὐκ ἔχουσιν.
0:42αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς οδοῖς ενκαθηνται, θυμιῶσαι τὰ πίτυρα·
0:43ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὕτε τὸ σχοινίον αὐτῆς διερράγη.
0:44πάντα τὰ γενόμενα αὐτοῖς ἐστὶν ψευδῆ. πῶς οὗν νομιστέον ἡ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν
0:45Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατασκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γένηται ἤ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι.
0:46φὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι·
0:47πῶς τε δὴ μέλλει τὰ ὑπʼ αὐτῶν κατασκευασθέντα; κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις.
0:48ὅταν γὰρ ἐπέλθῃ ἐπʼ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετʼ αὐτῶν.
0:49πῶς οὗν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσὶν θεοί, οἱ οδτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου οὕτε ἐκ κακῶν;
0:50ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ· τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὅτι οὐκ εἰσὶ θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν θεοῦ ἔργον ἐν αὐτοῖς ἐστίν.
0:51Τίνι οὗν γνωστέον ἐστὶν ὅτι οὐκ εἰσὶν θεοί;
0:52βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν, οὕτε ὑετὸν ἀνθρώποις οὐ μὴ δώσιν,
0:53κρίσιν τε οὐ μὴ διακρίνωσιν ἑαυτῶν, οὐδὲ μὴ όύσωνται ἀδίκημα, ἀδύνατοι ὄντες·
0:54ὥσπερ γὰρ κορῶναι ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς. καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἡ περιχρύσων ἡ περιαργύρων πῦρ, οἱ μέν ἱερεῖς αὐτῶν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται.
0:55βασιλεῖ δέ καὶ πολεμίοις οὐ μὴ ἀντιστώσιν.
0:56πῶς οὗν ἐκδεκτέον ἤ νομιστέον ὅτι εἰσὶν θεοί; Οδτε ἀπὸ κλεπτῶν οὕτε ἀπὸ λῃστῶν οὐ μὴ διαθώσιν, θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι·
0:57ὦν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὕτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν.
0:58ζώστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἡ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ ᾧ κεχρήσεται ὁ κεκτημένος, ἤ οἱ ψευδεῖς θεοί ἡ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν αὐτῇ ὄντα ἤ οἱ ψευδεῖς θεοί, καὶ ξύλινος στύλος ἐν βασιλείοις ἤ οἱ ψευδεῖς θεοί
0:59ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοα εἰσιν.
0:60ῶὡσαύτως καὶ ἀστραπὴ ὅταν ἐπιφανῇ εὐοπτός ἐστιν· τὸ δʼ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ
0:61καὶ νεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ θεοῦ ἐπιπορεύεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν.
0:62χ ό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συνταχθέν. ταῦτα δὲ oδτε ταῖς εἰδέαις οὕτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν.
0:63ὅδεν οὕτε νομιστέον οὕτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς, οὐ δυνατῶν ὄντων αὐτῶν οὕτε κρίσιν κρῖναι οὕτε εὗ ποιεῖν ἀυθρώποις.
0:64γνόντες οὗν ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτούς.
0:65Οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται οὕτε μὴ εὐλογήσωσι.
0:66σημεῖά τε ἐυ ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν, οὐδὲ φωτίσουσιν ὡς σελήνη.
0:67τὰ θηρία ἐστὶν κρείττω αὐτῶν, ἄ δύνανται ἐκφυγόντα εἰς σκέπην αὐτὰ φελῆσαι.
0:68κατʼ οὐδένα οὗν τρόπον ἐστὶν ἡμῖν φανερὸν ὅτι εἰσὶν θεοί διὸ μὴ φοβηθῆτε αὐτούς.
0:69Ὥσπερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον, οὕτως οἱ θεοὶ αὐτῶν εἰσὶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι.
0:70τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ όάμνῳ, ἐφʼ ἧς πᾶν ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι.
0:71ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπʼ αὐτοὺς σηπομένης γνωσθήσεται ὅτι οὐκ εἰσὶν θεοί αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ.
0:72κρείσσων οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἶδωλα, ἔσται γὰρ μακράν ἀπὸ ὀνειδισμοῦ.

Provenance

L0 witness

title
Epistle of Jeremiah 0 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Epistle of Jeremiah 0; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Epistle of Jeremiah/00.greek.swete.L0.txt

Cite as:

Epistle of Jeremiah 0 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Epistle of Jeremiah 0; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/epistle-of-jeremiah/00.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.