Esdras B 8 (Greek, Swete)

Bible/Old Testament · Esdras B · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Esdras B 8; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

35 lines · a line number is a link to itself
refL0 witness
8:1Καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετʼ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασθὰ τοῦ βασιλέως Βαβυλῶνος.
8:2ἀπὸ υἱῶν Φεινεές, Ιηρσώμ· ἀπὸ υἱῶν Ἰθαμάρ, Δανιὴλ· ἀπὸ υἱῶν Δαυείδ, Γούς·
8:3ἀπὸ υἱῶν Σαναχιὰ ἀπὸ υἱῶν Φορός, Ζαχαρίας, καὶ μετʼ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα·
8:4ἀπὸ υἱῶν Φααθμωάβ, Ἐλιανὰ υἱὸς Ζαρειά, καὶ μετʼ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά·
8:6καὶ ἀπὸ υἱῶν Ἀδείν, Ὠβὴθ υἱὸς Ἰωναθάν, καὶ μετʼ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά·
8:7καὶ ἀπὸ υἱῶν Ἠλά, Ἰοσειὰ υἱὸς Ἀθελεί, καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά·
8:8καὶ ἀπὸ υἱῶν Σαφατειά, Ζαβδειὰ υἱὸς Μειχαήλ, καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά·
8:9καὶ ἀπὸ υἱῶν Ἰωάβ, Ἀδειὰ υἱὸς Ἰεμά, καὶ μετʼ αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά·
8:10καὶ ἀπὸ υἱῶν Σαλειμοὺθ υἱὸς Ἰωσεφειά, καὶ μετʼ αὐτοῦ ἑκατὸν ἐξήκοντα τὰ ἀρσενικά·
8:11καὶ ἀπὸ υἱῶν Βαβεί, καὶ Ἀζαριὰ υἱὸς Βαβεί, καὶ μετʼ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά·
8:12καὶ ἀπὸ υἱῶν Ἀστάδ, Ἰωνὰν υἱὸς Ἁκατάν, καὶ μετʼ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά·
8:13καὶ ἀπὸ υἱῶν Ἀδανεικὰμ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἀλειφὰτ καὶ Εὐειὰ καὶ Σαμαιά, ἐξήκοντα τὰ ἀρσενικά·
8:14καὶ ἀπὸ υἱῶν Βαγὸ Οὐθί καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά.
8:15Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐείμ, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς· καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν, καὶ ἀπὸ υἱῶν Λευεὶ οὐχ εὗρον ἐκεῖ.
8:16καὶ ἀπέστειλα τῷ Ἐλεαζάρ, τῷ Ἀριήλ, τῷ Σαμαιὰ καὶ τῷ Ἀλωνὰμ καὶ τῷ Ἀρὲβ καὶ τῷ Ἐλναθὰμ καὶ τῷ Ναθὰν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσουὰμ ἄνδρας· καὶ τῷ Ἀρεὶβ καὶ τῷ Ἐαναθὰν συνιόντας.
8:17καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου, καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τῶν Ἀθανεὶμ ἐν ἀργυρίῳ τόπου τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον θεοῦ ἡμῶν.
8:18καὶ ἤλθοσαν ἡμῖν, ὡς χεὶρ θεοῦ ἡμῶν ἀγαθὴ ἐφʼ ἡμᾶς, ἀνὴρ σαχὼχ ἀπὸ υἱῶν Μοολεὶ υἱοῦ Λευεὶ υἱοῦ Ἰσραήλ· καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ ὀκτὼ καὶ δέκα·
8:19καὶ τὸν Ἁσεβειὰ καὶ τὸν Ὠσαίαν ἀπὸ υἱῶν Μεραρεί, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτῶν εἴκοσι·
8:20καὶ ἀπὸ τῶν Ναθεινεὶμ ὧν ἔδωκεν Δαυεὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευειτῶν, Ναθεινεὶμ διακόσιοι καὶ εἵκοσι· πάντες συνήχθησαν ἐν ὀνόμασιν.
8:21καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Θουὲ τοῦ ταπεινωθῆναι ἐνώπιον θεοῦ ἡμών, ζητῆσαι παρʼ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν.
8:22ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες Χεὶρ θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας ἐνκαταλείποντας αὐτόν.
8:23καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν.
8:24καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραιά, Ἁσαβιά, καὶ μετʼ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δώδεκα.
8:25καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι.
8:26καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ἑκατόν, καὶ τάλαντα χρυσίου ἑκατόν·
8:27καὶ καφουδὴθ χρυσοῖ εἴκοσι εἰς τὴυ ὁδὸν χαμανεὶμ χίλιοι, καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα, ἐπιθυμητὰ ἐν χρυσίῳ.
8:28καὶ εἶπα πρὸς αὐτούς Ὑμεῖς ἅγιοι τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ἡμῶν·
8:29ἀγρυπνεῖτε καὶ τηρεῖτε, ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἰερουσαλήμ, εἰς σκηνὰς οἴκου Κυρίου.
8:30καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευεῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν, ἐνεγκεῖν εἰς Ἰερουσαλὴμ εἰς οἶκον θεοῦ ἡμῶν.
8:31Καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ Θουέ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἰερουσαλήμ· καὶ χεὶρ θεοῦ ἡμῶν ἦν ἐφʼ ἡμῖν, καὶ ἐρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ.
8:32καὶ ἤλθομεν εἰς Ἰερουσαλήμ, καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς.
8:33καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μερειμὼθ υἱοῦ Οὐρεία τοῦ ἱερέως, καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ υἱὸς Φεινεές, καὶ μετʼ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ καὶ Νοαδεὶ ἀπὸ Ἐβανναιὰ οἱ Λευεῖται·
8:34ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ
8:35διελθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ Ἰσραήλ, μόσχους δώδεκα περὶ παντὸς Ἰσραήλ, κριοὺς ἐνενήκοντα ἕξ, ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτωμάτααον.
8:36καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ· καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ.

Provenance

L0 witness

title
Esdras B 8 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Esdras B 8; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Esdras B/08.greek.swete.L0.txt

Cite as:

Esdras B 8 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Esdras B 8; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/esdras-b/08.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.