Esdras B 10 (Greek, Swete)

Bible/Old Testament · Esdras B · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Esdras B 10; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

43 lines · a line number is a link to itself
refL0 witness
10:1Καὶ ὡς ἐπροσηύξατο Ἔσρας, καὶ ὡς προσηγόρευσεν κλαίων προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι· ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων.
10:2καὶ ἀπεκρίθη Σεχενίας υἱὸς Ἰεὴλ ἀπὸ υἱῶν Ἠλὰμ καὶ εἶπεν τῷ Ἔσρᾳ Ἡεὶς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς· καὶ νῦν ἐστὶν ὑπομονὴ τῷ Ἰσραὴλ ἐπὶ τούτῳ.
10:3καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω.
10:4ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.
10:5καὶ ἀνέστη Ἔσρας καὶ ὥρκισεν τοὺς ἄρχοντας, τοὺς Λευείτας καὶ πάντα Ἰσραήλ, τοῦ ποιῆσαι κατὰ τὸ ἡῆμα τοῦτο· καὶ ὤμοσαν.
10:6καὶ ἀνέστη Ἔσρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ, καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλεισούβ, καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας.
10:7καὶ παρήνεγκαν φωνὴν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλήμ
10:8Πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποι κίας.
10:9Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμεὶν εἰς Ἰερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ, ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος.
10:10καὶ ἀνέστη Ἔσρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας, τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ.
10:11καὶ νῦν δότε αἴνεσιν τῷ θεῷ τῶν πατέρων ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.
10:12καὶ ἀπεκρίθησαν πᾶσα ἐκκλησία καὶ εἶπαν Μέγα τοῦτο τὸ ῥῆμά σου ἐφʼ ἡμᾶς ποιῆσαι.
10:13ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ τόπος χειμερινός, καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ.
10:14στήτωσαν δὴ ἄρχοντες ἡμῶν· καὶ πᾶσιν τοῖς ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συναγαγῶν, καὶ μετʼ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταί, τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου.
10:15πλὴν Ἰωναθὰν υἱὸς Ἁσὴλ καὶ Λαζειὰ υἱὸς Ἑλκειὰ μετʼ ἐμοῦ περὶ τούτου, καὶ Μεσουλὰμ καὶ Σαβαθαὶ ὁ Λευείτης βοηθῶν αὐτοῖς.
10:16καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας· καὶ διεστάλησαν Ἐσρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα.
10:17καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.
10:18Καὶ εὑρέθη ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ, καὶ ἀδελφοὶ αὐτοῦ Μεεσσὴλ καὶ Ἐλιέζερ καὶ Ἰαρεὶμ καὶ Γαδαλειά·
10:19καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν·
10:20καὶ ἀπὸ υἱῶν Ἐμμήρ, Ἀνανεὶ καὶ Ζαβδειά·
10:21καὶ ἀπὸ υἱῶν Ἡράμ, Μασαὴλ καὶ Ἐλειὰ καὶ Σαμαιὰ καὶ Ἰεὴλ καὶ Ὀζειά·
10:22καὶ ἀπὸ υἱῶν Φασούρ, Ἐλιωνά, Μαασαιὰ καὶ Σαμαὴλ καὶ Ναθαναὴλ καὶ Ἰωζαβὰδ καὶ Ἠλασά·
10:23καὶ ἀπὸ τῶν Λευειτῶν Ἰωζαβὰδ καὶ Σαμοὺ καὶ Κωλειά, αὐτὸς Κωλιεύ, καὶ Φαδαιὰ καὶ Ἰοδὸμ καὶ Ἐλιέζερ,
10:24καὶ ἀπὸ τῶν ᾀδόντων Ἐλεισάφ, καὶ ἀπὸ τῶν πυλωρῶν Γελλὴμ καὶ Τέλημ καὶ Ὠδούθ·
10:25καὶ ἀπὸ Ἰσραὴλ ἀπὸ υἱῶν Φορός, Ῥαμιὰ καὶ Ἀζειὰ καὶ Μελχειὰ καὶ Ἀμαμεὶν καὶ Ἐλεαζὰρ καὶ Βαναιά·
10:26καὶ ἀπὸ υἱῶν Ἠλάμ, Μαθανιά, Ζαχαριὰ καὶ Ἰαὴλ καὶ Ἀβδειὰ καὶ Ἰαρειμοὶθ καὶ Ἠλειά·
10:27καὶ ἀπὸ υἱῶν Ζαθουιά, Ἐλιωνά, Ἐλεισούβ, Ἀλαθανιὰ καὶ Ἀμὼν καὶ Ζαβαδὰβ καὶ Ὀζειά·
10:28καὶ ἀπὸ υἱῶν Βαβεἰ, Ἰωανάν, Νιανὰ καὶ Ζαβού, Θαλεί·
10:29καὶ ἀπὸ υἱῶν Βανουεί, Μελουσάμ, Ἀλούμ, Ἀδά, Ἰασοὺδ καὶ Σαλουιὰ καὶ Μημών·
10:30καὶ ἀπὸ υἱῶν Φααδμωάβ, Αἰδαινέ, Καήλ, Βαναία, Μασηά, Μαθανιά, Βεσελὴλ καὶ Θανουεὶ καὶ Μανασσή·
10:31καὶ ἀπὸ υἱῶν Ἡράμ, Ἐλειέζερ, Ἰεσσειά, Μελχειά, Σαμαιά, Σεμεών,
10:32Βενιαμείν, Μαλούχ. Σαμαρειά·
10:33ἀπὸ υἱῶν Ἡσάμ, Μαθανιά, Ἀθά, Ζαβέλ, Ἐλειφάνεθ, Ἰεραμείμ, Μανασσή, Σεμεεί·
10:34ἀπὸ υἱῶν Ἀνεί, Μοδεδειά, Μαρεί, Οὐήλ,
10:35Βαναία, Βαραιά, Χελκειά,
10:36Οὐιεχωά, Ἰεραμώθ, Ἐλειασείφ,
10:37Μαθανιά, Μαθανάν· καὶ ἐποίησαν.
10:38οἱ υἱοὶ Βανουὶ καὶ υἱοὶ Σεμεεί,
10:39καὶ Σελεμιὰ καὶ Ναθὰν καὶ Ἀδαιά,
10:40Μαχαδναβού, Σεσεί, Σαριού,
10:41Ἐζερὴλ καὶ Σελεμιὰ καὶ Σαμαρειὰ
10:42καὶ Σαλούμ, Μαρμά, Ἰωσήφ·
10:43ἀπὸ υἱῶν Ναβού, Ἰαήλ. Θαμαθιά, Σεδέμ, Ζανβινά, Διὰ καὶ Ἰωὴλ καὶ Βαναιά. ⁴⁴πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας, καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.

Provenance

L0 witness

title
Esdras B 10 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Esdras B 10; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Esdras B/10.greek.swete.L0.txt

Cite as:

Esdras B 10 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Esdras B 10; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/esdras-b/10.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.