Exodus 14 (Greek, Swete)

Bible/Old Testament · Exodus · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Exodus 14; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

31 lines · a line number is a link to itself
refL0 witness
14:1καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
14:2Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τὴς ἐπαύλεως, ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης, ἐξ ἐναντίας Βεελσεπφών· ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης.
14:3καὶ ἐρεῖ Φαραὼ τῷ λαῷ αὐτοῦ Ol υἱοὶ Ἰσραὴλ πλανῶνται οὗτοι ἐν τῇ γῇ. συνκέκλεικεν γὰρ αὐτοὺς ἡ ἔρημος.
14:4ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος. καὶ ἐποίησαν οὕτως.
14:5καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός· καὶ μετεστράφη ἡ καρδία Φαραὼ καὶ ἡ καρδία τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν Τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστἑλͅαι τοὺς υἱοὺς Ἰσραὴλ τοῦ μὴ δουλεύειν ἡμῖν ;
14:6ἔζευξεν οὖν Φαραὼ τὰ ἅρματα αὐτοῦ, καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγεν μεθ' ἑαυτοῦ,
14:7καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων.
14:8καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ἰσραήλ· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ.
14:9καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν, καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν· καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα ὢ καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως, ἐξ ἐναντίας εελσεπφών. καὶ Φαραὼ προσῆγεν·
14:10καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσπαὴλ πρὸς κύριον·
14:11καὶ εἶπαν πρὸς Μωυσῆν Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἐξ Αἰγύπτου ;
14:12οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες Πάρες ἡμᾶς ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις ; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῆ ἐρήμῳ ταύτῃ.
14:13εῖπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Θαρσεῖτε· στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον·
14:14Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε.
14:15Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ti βοᾷς πρὸς μέ ; λάλησον τοῖς υἱο-́ς Ἰσραὴλ καὶ ἀναζευξάτωσαν.
14:16καὶ σὺ ἔπαρον τῇ ῥάβδῳ σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ῥῆξον αὐτήν, καὶ εἰσ’ ἐλθάτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν.
14:17καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ τῶν Αἰγύπτων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν. καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ.
14:18καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος, ἐνδοξαςομένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασιν καὶ ἵπποις αὐτοῦ.
14:19ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν .
14:20καὶ εἰσῆλθεν ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ἰσραήλ, καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος, καὶ διῆλθεν ἡ νύξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.
14:21ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν· καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ.
14:22καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων·
14:23καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι, καὶ εἰσῆλθον ὀπίσω αὐτῶν καὶ πᾶς ἵππος Φαραὼ καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς μέσον τῆς θαλάσσης.
14:24ἐγενήΘη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης, καὶ συνετάραξεν τὴν παρεμβολὴν τῶν Αἰγυπτίων,
14:25καὶ συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι Φύγωμεν ἀπὸ προσώπου Ἰσπάήλ. ὁ γὰρ κύριος πολεμοῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους.
14:26Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, κα ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας.
14:27ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀπεκατἰο,η τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξεν κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσσης.
14:28καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπεπορευμένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.
14:29ἠοῖ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος εὐωνύμων.
14:30καὶ ἐρρύσατο κύριος τὸν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ χειρὸς τῶν Αἰγυπτίων· καὶ ἴδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
14:31ἴδεν δὲ Ἰσραὴλ τὴν μεγάλην, ἃ ἐποίησεν κύριος τοῖς Αἰγυπτίοις· ἐφοβήθη δὲ ὁ λαὸς τὸν κύριον, καὶ ἐπίστευσαν τῷ θεῷ καὶ Μωυσῇ τῷ θεράποντι αὐτοῦ.

Provenance

L0 witness

title
Exodus 14 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Exodus 14; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Exodus/14.greek.swete.L0.txt

Cite as:

Exodus 14 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Exodus 14; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/exodus/14.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.