Ezekiel 27 (Greek, Swete)

Bible/Old Testament · Ezekiel · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Ezekiel 27; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

35 lines · a line number is a link to itself
refL0 witness
27:1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
27:2Υἰὲ ἀνθρώπου, καὶ σὺ λάβε ἐπὶ Σὸρ θρῆνον,
27:3καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν Τάδε λέγει Κύριος τῇ Σόρ Σὺ εἶπας Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου,
27:4ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος.
27:5κέδρος ἐκ Σενεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήμφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους·
27:6ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττείν.
27:7βὐσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στραωμνή, τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαί, καὶ ἐγένετο περιβόλαιά σου.
27:8καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σειδῶνα καὶ Ἀράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου, Σόρ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου·
27:9οἱ πρεσβύτεροι Βυβλίων καὶ οἱ σοφοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.
27:10Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου.
27:11υἱοὶ Ἀραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου· φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος.
27:12Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβον ἔδωκαν τὴν ἀγοράν σου.
27:13ἡ Ἑλλάς, καὶ ἡ σύμπασα, καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου·
27:14ἐξ οἴκου Θαιγραμὰ ἵπποι καὶ ἱππεῖς ἔδωκαν ἀγοράν σου.
27:15υἱοὶ Ῥοδίων ἔμποροι, ἀπὸ νήσσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθοὺς σου·
27:16ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσείς· καὶ Λαμὼθ καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου.
27:17Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραήλ, οὗτοι ἔμποροί σου ἐν σἰτου πράσει καὶ μύρων καὶ κασίᾳ, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου.
27:18Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεως σου· οἶνος ἐκ Χελεὼν καὶ ἔρια ἐκ Μειλήτου, (19) καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδανκαν.
27:19ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχίας ἐν τῷ συμμίκτῳ σού ἐστιν.
27:20Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα.
27:21ἡ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἷς ἐμπορεύονταί σε.
27:22ἔμποροι Σαβὰ καὶ Ῥαμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν, καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου.
27:23Χαρρὰ καὶ Χανάα, οὗτοι ἔμποροί σου. Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου,
27:24φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα.
27:25πλοῖα ἔμποροί σου ἐν τῷ πλήθει ἐν τῷ συμμίκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης.
27:26ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου. τὸ πνεῦμα τοῦ νότου συνέτριψἐν σε ἐν καρδίᾳ θαλάσσης·
27:27ἦσαν δυνάμεις σου, καὶ ὁ μισθός σου καὶ τῶν συμμίκτων σου, καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου, καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοί καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεως σου.
27:28πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται,
27:29καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται, καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται,
27:30καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρόν, καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτῶν γῆν καὶ σποδὸν στρώσονται.
27:32καὶ λἠμψονται ἐπὶ σὲ οἱ υἱοὶ αὐτῶν θρῆνον, θρήνημα Σόρ.
27:33πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου, καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς.
27:34νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος ὁ σύμμικτός σου, καὶ πᾶσα ἡ συναγαογή σου ἐν μέσῳ σου· ἔπεσον πάντες οἱ κωπηλάται σου.
27:35πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν.
27:36ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε· ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.

Provenance

L0 witness

title
Ezekiel 27 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Ezekiel 27; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Ezekiel/27.greek.swete.L0.txt

Cite as:

Ezekiel 27 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Ezekiel 27; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ezekiel/27.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.