Genesis 26 (Greek, Swete)

Bible/Old Testament · Genesis · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 26; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

35 lines · a line number is a link to itself
refL0 witness
26:1Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ· ἐπορεύθη δὲ Ἰσαὰκ πρὸς ’ α Φυλιστιεὶμ εἰς Γέραρα.
26:2ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν Μὴ εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω.
26:3καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ κοὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην, καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου.
26:4καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην· καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς·
26:5ἀνθ᾿ ὦν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
26:6καὶ κατῴκησεν Ἰσαὰκ ἐν Γεραροῖς.
26:7ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν ὅτι Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦτόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
26:8ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Γεραρῶν διὰ τῆς θυρίδος ἴδεν τὸν Ἰσαὰκ παίζοντα μετὰ ς γυναικὸς αὐτοῦ.
26:9έκάλεσεν δὲ Ἀβιμέλεχ τὸν Ἰσοὰκ καὶ αὐτῷ Ἄρα γε γυνή σού ἐστιν· τί ὅτι εἶπας Ἀδελφή μού ἐστιν ; εἶπεν δὲ αὐτῷ Ἰσαάκ Εἶπα γάρ Μή ποτε ἀποθάνω δι’ αὐτήν.
26:10εἶπεν δὲ αὐτῷ Ἀβιμέλεχ Τί τοῦτο ἐποίησας ἡμῖν ; μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἐφ’ ἐφ᾿ ἄγνοιαν.
26:11συνέταξεν δὲ Ἀριμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶς ὁ ἀπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται.
26:12ἔσπειρεν δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ Α ἑκατοστεύουσαν κριθήν· εὐλόγησεν δὲ αὐτὸν κύριος.
26:13καὶ ὑψώθη ὁ ἄνθρωπος, καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγίνετο σφόδρα·
26:14ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ·
26:15καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.
26:16εἶπεν δ πρὸς Ἰσαάκ Ἄπελθε ἀφ’ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου
26:17καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι καὶ κατῴκησεν ἐκεῖ.
26:18καὶ πάλιν Ἰσαὰκ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν Ἀβραὰμ τὸν πατέρα αὐτοῦ· καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ὠνόμασεν Ἀβραὰμ ὁ πατὴρ αὐτοῦ.
26:19ὤρυξαν δὲ οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεραρῶν, καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντός.
26:20καὶ ἐμαχέσαντο Γεραρῶν μετὰ τῶν ποιμένων Ἰσαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ καὶ ἐκάλεσεν τό ὄνομα τοῦ φρέατος ἐκείνου Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.
26:21ἀπάρας δὲ Ἰσαὰκ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον· ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία.
26:22ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων Διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
26:23ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
26:24καὶ ὤφθη αὐτῷ κύριος ἐν τῆ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου.
26:25καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου, καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ.
26:26καὶ Ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρῶν, καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.
26:27καὶ εἶπεν αὐτοῖς Ἰσαάκ Ἵνα τί ἤλθατε πρὸς με καὶ ἀπεστείλατέ με ἀφ’ ὑμῶν.
26:28καὶ εἶπαν Ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ, καὶ εἴπαμεν Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην
26:29μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν, καθότι ἡμεῖς σε οὐκ έβδελυεάεθα, καὶ ὃν τρόπον ἐχρήμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης. καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου.
26:30καὶ ἐποίησεν αὐτοῖς δοχήν· καὶ ἔφαγον καὶ ἔπιον.
26:31καὶ ἀναστάντες τὸ πρωί, ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαάκ, καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας.
26:32ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ.
26:33καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ορκος· διὰ τοῦτο ἐκάλεσεν τὸ Ὄνομα τῇ πόλει Φρέαρ Φρέαρ ἕως τῆς σήμερον ἡμέρας.
26:34Ἦν δὲ Ἠσαὺ ἐτῶν τεσσεράκοντα καὶ ἔλαβεν γυναῖκα Ἰουδίν, θυγατέρα εὴρ τοῦ Χετταίου, καὶ τὴν Μασεμμάθ, θυγατέρα Αἰλὼμ τοῦ Εἀαίου·
26:35καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῆ Ῥεβέκκα.

Provenance

L0 witness

title
Genesis 26 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 26; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Genesis/26.greek.swete.L0.txt

Cite as:

Genesis 26 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 26; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/genesis/26.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.