Genesis 30 (Greek, Swete)

Bible/Old Testament · Genesis · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

43 lines · a line number is a link to itself
refL0 witness
30:1Ἰδοῦσα δὲ Ῥαχὴλ ὅτι οὐ τέτοκεν τῷ Ἰακώβ, καὶ ἐζήλωσεν Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς, καὶ εἶπεν τῷ Ἰακωβ Δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.
30:2ἐθυμώθη δὲ Ἰακὼβ τῇ Ῥαχὴλ καὶ εἶπεν αὐτῇ Μῆ ἀντὶ τοῦ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέν σε καρπὸν κοιλίας ;
30:3εἶπεν δὲ Ῥαχὴλ τῷ Ἰακώβ Ἴδου ἡ παιδίσκη μου Βάλλα, εἴσελθε πρὸς καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, ἵνα τεκνοποιήσωμαι κἀγὼ ἐξ αὐτῆς.
30:4καὶ ἔδωκεν αὐτῷ Βάλλαν τὴν παιδίσκην κἠν αὐτῆς αὐτῷ γυναῖκα, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ἰακώβ·
30:5καὶ συνέλαβεν Βάλλα ἡ παιδίσκη Ραχήλ καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν.
30:6καὶ εἶπεν Ῥαχήλ Ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν. διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δάν.
30:7καὶ συνέλαβεν ἔτι Βάλλα ἡ παιδίσκη ὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ.
30:8καὶ εἶπεν Ῥαχήλ Συνεὁ θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνάσθην. τὸ ὄνομα αὐτοῦ Νεφθαλεί.
30:9ἴδεν δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβεν Ζέλφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν Ιακὼβ γυναῖκα.
30:10εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ἰακώβ· καὶ συνέλαβεν Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν τῶ Ἰακὼβ υἱόν.
30:11καὶ εἶπεν Λεία Εν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γάδ.
30:12καὶ συνέλαβεν ἔτι Ζέλφα ἡ παιδίσκη λείας καὶ ἔτεκεν ἔτι τῷ Ἰακὼβ υἱὸν
30:13καὶ εἶπεν λεία Μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με πᾶσαι αἱ γυναῖκες· κα ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀσήρ.
30:14ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ. εἶπεν δὲ Ραχὴλ τῇ Λείᾳ Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
30:15εἶπεν δὲ Λεία οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου ; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ; εἶπεν δὲ Ῥαχήλ οὐχ οὕτως· κοίμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
30:16εἰσῆλθεν δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεία εἰς συνάναὐτῷ καὶ εἶπεν Πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου· καὶ ἐκοιμήθη μετ’ αὐτῆς τὴν νύκτα ἐκείνην.
30:17καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱὸν πέμπτον.
30:18καὶ εἶπεν Λεία Δέδωκέν μοι ὁ θεὸς τὸν μισθόν μου ἀνθ’ ὧν ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰσσαχάρ, ὅ ἐστιν Μισθός.
30:19καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ.
30:20καὶ εἶπεν Λεία Δεδώρηται ὁ θεός μοι δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλών.
30:21καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δεινά. καὶ ἔστη τοῦ τίκτειν.
30:22ἐμνήσθη δὲ ὁ θεὸς Ῥαχήλ· καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν·
30:23καὶ συλλαβοῦσα ἔτεκεν Ἰακὼβ υἱόν. εἶπεν δὲ Ραχήλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος·
30:24καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ρον.
30:25Ἐγένετο δὲ ὡς ἔτεκεν Ῥαχὴλ τὸν ἸωσήΦ, εἶπεν Ἰακὼβ Λαβάν Ἁπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
30:26ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, περὶ ὧν σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλίαν ἣν δεδούλευκά σοι.
30:27εἶπεν δὲ αὐτῷ Λαβάν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ.
30:28διάστειλον τὸν μισθόν σου πρὸς μέ, καὶ δώσω σοι.
30:29εἶπεν δὲ αὐτῷ Ἰακώβ Σὺ γινώσκεις δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ.
30:30μικρὰ γὰρ ἦν ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος· καὶ ηὐλόγησέν σε Κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον ;
30:31καὶ εἶπεν αὐτῷ Λαβάν Τί σοι δώσω; εἶπεν δὲ αὐτῷ Ἰακώβ Οὐ δώσεις μοι οὐθέν· ἐὰν ποιήσεις μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.
30:32παρελθάτω τὰ πρόβατά σου σήμερον, καὶ ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασιν καὶ πᾶν διάραντον καὶ λευκὸν ἐν ταῖς αἰξίν· ἱστᾶι μοι μισθός.
30:33καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῆ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἄρνασιν, κεκλεμμένον ἔσται παρ’ ἐμοί.
30:34εἶπεν δὲ αὐτῷ Λαβόν κατὰ τὸ ῥῆμά σου.
30:35καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασιν, καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ.
30:36καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ· Ἰακὼβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβὰν τὰ ὑπολειφθέντα.
30:37ἔλαβεν δὲ αὐτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκά, περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν ὃ ἐλέπισεν ποικίλον.
30:38καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν τοῦ ὕδατος, ἵνα ὡς ἄν ἔλθωσιν τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν καὶ ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐνκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους.
30:39καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά.
30:40τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακώβ, καὶ ἔστησεν ἔναν. τίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτόν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβάν.
30:41ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς, τοῦ ἐνκισσῆαι αὐτὰ κατὰ τὰς ῥάβδους·
30:42ἡνίκα γὰρ ἔτεκον τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβάν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ.
30:43καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα· καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκοι καὶ κάμηλοι καὶ ὄνοι.

Provenance

L0 witness

title
Genesis 30 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Genesis/30.greek.swete.L0.txt

Cite as:

Genesis 30 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/genesis/30.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.