Genesis 46 (Greek, Swete)

Bible/Old Testament · Genesis · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 46; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

34 lines · a line number is a link to itself
refL0 witness
46:1Ἀπάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθον ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσεν ἐκεῖ θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
46:2εἶπεν δὲ ὁ θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ιακὼβ Ἰακώβ. ὁ δὲ εἶπεν Τί ἐστιν ;
46:3λέγων Ἐγώ εἰμι ὁ θεὸς τῶν οὐ· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον, εἰς γὰρ ἔθνος μέγα ἐκεῖ·
46:4καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος· καὶ ἸωσὴΦ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου.
46:5ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ἸωσὴΦ δρᾶι αὐτόν·
46:6καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἢν ἐκτήσαντο ἐκ γῆς Χανάαν, καὶ εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ’ αὐτοῦ,
46:7υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ. καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
46:8Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ῥουβήν·
46:9υἱοὶ δὲ Ῥουβήν· Ἑνὼχ καὶ Φαλλούδ, Ἁσρὼν καὶ Χαρμί.
46:10υἱοὶ δὲ Συμέων· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἄωδ καὶ Ἰαχεὶμ καὶ Σάαρ καὶ Σαμουὴλ υἱὸς τῆς Χανανίτιδος.
46:11υἱοὶ δὲ Λευί· Γηρσών, καὰθ καὶ Μεραρεί.
46:12υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φάρες καὶ Ζάρα· ἀπέθανεν δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χανάαν· ἐγένοντο δὲ υἱοὶ Φάρες Ἁσρὼμ καὶ Ἰεμουήλ.
46:13υἱοὶ δὲ Ἰσσαχόρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺφ καὶ Ζαμβράμ.
46:14υἱοὶ δὲ Ζαβουλών· Σέρεδ καὶ Ἁσρὼν καὶ Ἁλοήλ.
46:15οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκεν τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ αἱ θυγατέρες, τριάκοντα τρεῖς.
46:16υἱοὶ δὲ Γάδ· Σαφῶν καὶ Ἁγγεὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδὶς καὶ Ἀροηδὶς καὶ Ἀροηλείς.
46:17υἱοὶ δὲ Ἀσήρ· καὶ Ἰεσσαὶ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάαρ ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χόβωρ καὶ Μελχιήλ.
46:18οὗτοι υἱοὶ Ζέλφας, ἢν ἔδωκεν Λαβὰν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ἰακώβ, δέκα
46:19υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμείν.
46:20ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετρεφῆ ἱερέως Ἡλίου πόλεως, τὸν Μαννασσὴ καὶ τὸν Ἐφράιμ. ἐγένοντο δὲ υἱοὶ Μαννασσή, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχείρ· Μαχεὶρ δὲ ἐγέννησεν τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφράιμ ἀδελφοῦ Μαννασσλη· Σουτάλααμ καὶ Τάαμ, υἱοὶ δὲ Σουτάλααμ· Ἐδέμ.
46:21υἱοὶ δὲ Βενιαμείν· Βάλα καὶ Χόβωρ καὶ Ἀσβήλ. ἐγένοντο δὲ υἱοὶ Βαλὰ καὶ Νοεμὰν καὶ Ἀγχεὶς καὶ Ῥὼς καὶ Μαμφεὶν καὶ ‘oφιμίν· Γηρᾶ ἐγέννησεν τὸν Ἄραδ.
46:22οὗτοι υἱοὶ Ῥαχὴλ οὓς ἐγέννησεν πᾶσαι ψυχαὶ δέκα ὀκτώ.
46:23υἱοὶ δὲ Δάν· Ἁσόμ.
46:24καὶ υἱοὶ Ἁσιὴλ καὶ Γωυνὶ καὶ Ἴσσααρ καὶ Συλλήμ.
46:25οὗτοι υἱοὶ Βάλλας, ἢν ἔδωκεν Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἢ ἔτεκεν τούτους τῷ Ἰακώβ· πᾶσαι ψυχαὶ ἑπτά.
46:26πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ.
46:27υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε.
46:28Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτῶν πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ’ Ἡρώων πόλιν εἰς γῆν Ῥαμεσσῆ.
46:29ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ’ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσεν κλαυθμῷ πίονι.
46:30καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπειδὴ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῆς.
46:31εἶπεν δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ Ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐμ αὐτῷ Οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χανάαν, ἥκασιν πρὸς μέ·
46:32οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ βόας καὶ πάντα τὰ αὐτῶν ἀγιόχασιν.
46:33ἐὰν οὑν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν Τί τὸ ἔργον ὑμῶν ἐστιν ;
46:34ἐπεῖτε Ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν· ἵνα κατοικήσητε ἐν γῇ Γέσεμ Ἀραβίᾳ. βδέλυγμα γάρ ἐστιν Αἰγυπτίων πᾶς ποιμὴν προβάτων.

Provenance

L0 witness

title
Genesis 46 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 46; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Genesis/46.greek.swete.L0.txt

Cite as:

Genesis 46 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Genesis 46; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/genesis/46.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.