I Chronicles 21 (Greek, Swete)

Bible/Old Testament · I Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 21; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

30 lines · a line number is a link to itself
refL0 witness
21:1Καὶ ἔστη διάβολος ἐν τῷ Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυεὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ.
21:2καὶ εἶπεν ὁ βασιλεὺς Δαυεὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύθητε δὴ ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσαβεέ καὶ ἕως Δάν, καὶ ἐνέγκατε πρὸς μέ, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.
21:3καὶ εἶπεν Ἰωάβ Προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἴνα τί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ.
21:4καὶ ἦλθεν εἰς Ἰερουσαλήμ.
21:5καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυείδ· καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.
21:6καὶ τὸν Λευεὶ καὶ τὸν Βενιαμεὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ἰωάβ.
21:7καὶ πονηρὸν ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ἰσραήλ.
21:8καὶ εἶπεν Δαυεὶδ πρὸς τὸν θεόν Ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.
21:9καὶ ἐλάλησεν Κύριος πρὸς Γὰδ ὁρῶντα
21:10Πορεύου καὶ λάλησον πρὸς Δαυεὶδ λέγων Οὕτως λέγει Κύριος Τρία αἴρω ἐγὼ ἐπὶ σέ· ἔκλεξαι σεαυτῷ ἔν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
21:11καὶ ἦλθεν Γὰδ πρὸς Δαυεὶδ καὶ εἶπεν αὐτῷ Οὕτως λέγει Κύριος Εκλεξαι σεαυτῷ
21:12ἦ τρία ἔτη λιμοῦ, ἦ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου, καὶ μάχαιρα ἐξ ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι, ἦ τρεῖς ἡμέρας όομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ, καὶ ἄγγελος Κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ· καὶ νῦν ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντι λόγον.
21:13καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.
21:14καὶ ἔδωκεν Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
21:15καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ἰερουσαλὴμ τοῦ ἐξολεθρεῦσαι αὐτὴν· καὶ ὡς ἐξολόθρευεν, εἶδεν Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ, καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι Ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἅγγελος Κυρίου ἑστὼς ἐν τῷ ἄλῳ Φρνὰ τοῦ Ἰεβουσαίου.
21:16καὶ ἐπῆρεν Δαυεὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ όομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, ἐκτεταμένη ἐπὶ Ἰερουσαλήμ· καὶ ἔπεσεν Δαυεὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.
21:17καὶ εἶπεν Δαυεὶδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι τῷ λαῷ καὶ ἐγὼ εἰμι ὁ ἁμαρταών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν ; Κύριε ὁ θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου, καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.
21:18καὶ ἄγγελος Κυρίου εἶπεν τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυεὶδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἄλῳ Ορνὰ τοῦ Ἰεβουσαίου.
21:19καὶ ἀνέβη Δαυεὶδ κατὰ τὸν λόγον Γὰδ ὸν ἐλάλησεν ἐν ὀνόματι Κυρίου.
21:20καὶ ἐπέστρεψεν Ορνά, καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ μεθαχαβείν· καὶ Ορνὰ ἦν ἀλοῶν πυρούς.
21:21καὶ ἥλθεν Δαυεὶδ πρὸς Ορνᾶν, καὶ Ορνὰ ἐξῆλθεν ἐκ τῆς ἄλω καὶ προσεκύνησεν τῷ Δαυεὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
21:22καὶ εἶπεν Δαυεὶδ πρὸς Ορνά Δός μοι τὸν τόπον σου τῆς ἄλω καὶ οἰκοδομήσω ἐπʼ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.
21:23καὶ εἶπεν Ορνὰ πρὸς Δαυείδ Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦδ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα.
21:24καὶ εἶπεν ὁ βασιλεὺς Δαυεὶδ τῷ Ορνά Οὐχί, ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ· ὅτι οὐ μὴ λάβω ἅ ἐστἶν σοι Κυρίῳ, τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ.
21:25καὶ ἔδωκεν Δαυεὶδ τῷ ρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.
21:26καὶ ᾠκοδόμησεν Δαυεὶδ ἐκεῖ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησεν πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεαως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν.
21:27καὶ εἶπεν Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκεν τὴν όομφαίαν εἰς τὸν κολεόν.
21:28Ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυεὶδ ὅτι ἐπήκουσεν αὐτῷ ἐν τῷ ἄλῳ ρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ
21:29καὶ σκηνὴ Κυρίου ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὼθ ἐν Γαβαών.
21:30καὶ οὐκ ἠδύνατο Δαυεὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς όομφαίας ἀγγέλου Κυρίου.

Provenance

L0 witness

title
I Chronicles 21 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 21; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Chronicles/21.greek.swete.L0.txt

Cite as:

I Chronicles 21 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 21; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-chronicles/21.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.