I Esdras 1 (Greek, Swete)

Bible/Old Testament · I Esdras · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

55 lines · a line number is a link to itself
refL0 witness
1:1ΚΑΙ ἤγαγεν Ἰωσείας τὸ πάσχα ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ αὐτοῦ, καὶ ἔθυσαν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου,
1:2στήσας τοὺς ἱερεῖς κατʼ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου.
1:3καὶ εἶπεν τοῖς Λευείταις, ἱεροδούλοις τοῦ Ἰσραήλ, ἁγιάσαι αὐτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμὼν ὁ τοῦ Δαυεὶδ ὁ βασιλεύς·
1:4Οὐκ ἔσται ὑμῖν ἄραι ἐπʼ ὤμῶν αὐτήν· καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ἰσραήλ, καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶυ )(⁵)κατὰ τὴν γραφὴν Δαυεὶδ βασιλέως Ἰσραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ·
1:5καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευειτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραὴλ
1:6ἐν τάξει, (5) θύσατε τὸ πάσχα, καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῆ.
1:7καὶ ἐδωρήσατο Ἰωσείας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχ χους τρισχιλίους· (8) ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατʼ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευείταις.
1:8καὶ ἔδωκεν Κελκείας καὶ Ζαχαρίας καὶ Ἠσύηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους.
1:9καὶ Ἰεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ Σαβίας καὶ Οχίηλος καὶ Ἰωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευείταις εἰς πάσχα πρόβατα χίλια, μόσχους ἑπτακοσίους.
1:10καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, ἔχοντες τὰ ἄζυμα, κατὰ τὰς φυλὰς (¹¹)καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ, προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτω τὸ πρωινόν.
1:11καὶ ὤπτησαν τὸ πάσχα ἐν πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκίοις καὶ λέβησιν μετʼ εὐωδίας, (¹³)καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ.
1:12μετὰ δὲ ταῦτα ἡτοι μασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.
1:13οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας· καὶ οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.
1:14καὶ οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυεὶδ τεταγμένα, καὶ Ἀσὰφ καὶ Ζαχαρίας καὶ Ἐβδεινοῦς οἱ παρὰ τοῦ βασιλέως.
1:15καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶος· οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν· οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς.
1:16καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου (¹8)ἐν ἐκείνῃ τῇ ἡμέρα, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασλέως Ἰωσείου.
1:17καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά.
1:18καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου·
1:19καὶ πάντες οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον οἷον ἥγαγεν Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ Ἰουδαῖοι καὶ πᾶς Ἰσραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ἰερουσαλήμ.
1:20ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰωσείου ἤχθη τὸ πάσχα τοῦτο.
1:21καὶ ὠρθώθη τὰ ἔργα Ἰωσείου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.
1:22καὶ τὰ κατʼ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἔστιν· καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ἰσραήλ.
1:23Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ἰωσείου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Καρκαμὺς ἐπὶ τοῦ Εὐφράτου· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ἰωσείας.
1:24καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ἰουδαίας;
1:25οὐχὶ πρὸς σέ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν· καὶ νῦν Κύριος μετʼ ἐμοῦ ἐστιν, καὶ Κύριος μετʼ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιου τῷ κυρίῳ.
1:26καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσείας ἐπὶ τὸ ἄρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ, οὐ προσέχων ῥήμασιν Ἰερεμίου προφήτου ἐκ στόματος Κυρίου·
1:27ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μετααδδοῦς· καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς βασιλέα Ἰωσείαν.
1:28καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης. ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως,
1:29καὶ ἀνέβη ἐπὶ τὸ ἄρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ἰερουσαλὴμ μετήλλαξεν τὸν βίον αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ.
1:30καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ ἐπένθησαν τὸν Ἰωσείαν· καὶ ἐθρήνησεν Ἱερεμίας ὁ προφήτης ὑπέρ Ἰωσείου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γενέσθαι αἰεὶ εἰς πᾶν τὸ γένος Ἰσραήλ.
1:31ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμέναων περὶ τῶν βασιλέων τῆς Ἰουδαίας, καὶ τὸ καθʼ ἔν πραχθέν τῆς πράξεως Ἰωσείου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου· τά τε πραχθέντα ὑπʼ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.
1:32Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσείου ἀνέδειξαν βασιλέα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, ὄντα ἐτῶν εἴκοσι τριῶν.
1:33καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ Ἰερουσαλὴμ μῆνας τρεῖς· καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ἰερουσαλήμ,
1:34καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί.
1:35καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύππου βασιλέα Ἰωακειμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ.
1:36καὶ ἔδησεν Ἰωακεὶμ τοὺς μεγιστᾶνας, Ζάριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου.
1:37Ἐτῶν δὲ ἦν εἶκοσι πέντε Ἰωακεὶμ ὅτε ἐβασίλευσεν τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου.
1:38τʼ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκείῳ δεσμῷ καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα.
1:39καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσὸρ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.
1:40τὴ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων.
1:41Καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ.
1:42βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι Κυρίου.
1:43Καὶ μετʼ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσὸρ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἄμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου,
1:44καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ. Σεδεκίαν ὄντα ἐτῶν εἶκοσι ἑνός· βασιλεύει δὲ ἔτη ἕνδεκα.
1:45καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ὸηθέντων λόγων ὑπὸ Ἰερεμίωυ τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου.
1:46καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσὸρ τῷ ὀνόματι τοῦ κυρίου, ἐφιορκήσας ἀπέστη, καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου θεοῦ Ἰσραήλ.
1:47καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπέρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν, καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ἰερουσαλήμ.
1:48καὶ ἀπέστειλεν ὁ βασιλεὺς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτῦ.
1:49αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ᾖ ἡμέρᾳ ἐλάλησεν Κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ· (52)ἕως οὗ θυμῶντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπʼ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων.
1:50οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικυκλῶ τοῦ ἁγίου ἱεροῦ, καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεαντέρου, (54)ἀλλὰ πάοτας παρέδωκασ εἰς τὰς χεῖρας αὐτῶν,
1:51καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου, τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλώνα.
1:52καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου, καὶ ἔλυσαν τὰ τείχη Ἰερουσαλήμ, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρί,
1:53καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ όομφαίας εἰς Βαβυλώνα.
1:54καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι οὗ βασιλεῦσαι Ιέρσας, εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ἰερεμίου
1:55Ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

Provenance

L0 witness

title
I Esdras 1 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Esdras/01.greek.swete.L0.txt

Cite as:

I Esdras 1 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-esdras/01.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.