I Kings 2 (Greek, Swete)

Bible/Old Testament · I Kings · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 2; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

71 lines · a line number is a link to itself
refL0 witness
2:1καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανεῖν αὐτόν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ λέγων
2:2Ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα.
2:3καὶ φυλάξεις τὴν φυλακὴν κυρίου τοῦ θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως, ἵνα συνίῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι.
2:4ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν λέγων Ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιον ἐμοῦ ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν, λέγων Οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.
2:5καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ἰωὰβ υἱὸς Σαρουιας, ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ἰσραήλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ καὶ τῷ Ἀμεσσαιὰ υἱῷ Ἰεθὲρ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύι αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ.
2:6καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου.
2:7καὶ τοῖς υἱοῖς Βερζελλεὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ σου.
2:8καὶ ἰδοὺ μετὰ σοῦ Σεμεεὶ υἱὸς Γηρα υἱὸς τοῦ Ἰεμενεὶ ἐκ Βααθουρείμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν κυρίῳ λέγων Εἰ θανατώσω σε ἐν ῥομφαίᾳ.
2:9καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ· καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
2:10καὶ ἐκοιμήθη Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὲπάφη ἐν πόλει Δαυείδ.
2:11καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυεὶδ ἑπὶ τὸν Ἰσραὴλ τεσσεράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἔτη ἑπτά, καὶ ἐν Ἰερουσαλὴμ τριάκοντα τρία ἔτη.
2:12Καὶ Σαλωμὼν ἐκαθισεν ἐπὶ θρόνου Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σὐτοῦ σφόδρα.
2:13καὶ εἰσῆλθεν Ἀδωνείας πρὸς Βηρσάβεε μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ· ἡ δὲ εἶπεν Εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν Εἰρήνη·
2:14λόγος μοι πρὸς σέ. καὶ εἶπεν αὐτῷ Λάλησον.
2:15καὶ εἶπεν αὐτῇ Σὺ οἶδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία καὶ ἐπ’ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγένετο αὐτῷ.
2:16καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσάβεε Λάλει.
2:17καὶ εἶπεν αὐτῇ Εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ· καὶ κώσει μοι τὴν Ἀβεισὰ τὴν Σωμανεῖτιν εἰς γυναῖκα.
2:18καὶ εἶπεν Βηρσάβεε. Καλῶς, ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
2:19καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ Ἀδωνειού· καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτήν, καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.
2:20καὶ εἶπεν αὐτῷ Αἴτησιν μίαν ἐγὼ μικρὰν αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Αἴτησαι, μήτηρ ἐμή, καὶ οὐκ ἀποστέψω σε.
2:21καὶ εἶπεν Δοθήτω δὴ Ἀβεισὰ ἡ Σωμανεῖτις τῷ Ἀδωνειὰ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
2:22καὶ ἀπεκρίθη Σαλωμὼν ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Ἀβεισὰ τῷ Ἀδωνειά; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν· ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιαθὰρ ὁ ἱερεὺς καὶ αὐτῷ Ἰωὰβ ὁ υἱὸς Σαρουίας ὁ ἀρχιστράτηγος ἑταῖρος.
2:23καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ κυρίου λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνειὰ τὸν λόγον τοῦτον.
2:24καὶ νῦν ζῇ Κύριος ὅς ἠτοίμασέν με καὶ ἔθετὸ με ἐπι τὸν θρόνον Δαυεὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέν μοι οἶκον καθὼς ἐλάλησεν Κύριος, ὅτι σήμεπον θανατωθήσεται Ἀδωνειά.
2:25καὶ ἐξαπέστειλεν Σαλωμὼν ὁ βασιλεὺς ἐν χειρὶ Βαναιοὺ υἱοῦ Ἰωδᾶε καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Ἀδωνέας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
2:26καὶ τῷ Ἀβιαθὰρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς Ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτε ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ τάύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἀκαουχήθης ἐν ἅπασιν οἷς ἐκακουχήθη ὁ πατήρ μου.
2:27καὶ ἐξέβαλεν Σαλωμὼν τὸν Ἀβιαθὰρ τοῦ μὴ εἶναι ἑρέα τοῦ κυρίου, πληρωθῆναι τὸ ἡῆμα Κυρίου ὅ ἀλάλησεν ἐπὶ τὸν οἶκον Ἠλεὶ ἐν Σηλώμ.
2:28καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας, ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνειά, καὶ ὀπίσω Ἀβεσσαλὼμ οὐκ ἔκλινεν· καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήωμα τοῦ κυρίου καὶ κατέσχεν τῶν κεράτων τοῦ θυσιαστηρίου.
2:29καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι Ἔφυγεν Ἰωάβ εἰς τὴν σκηνὴν τοῦ κυρίου, ακὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπεστειλεν Σαλωμὼν πρὸς Ἰωὰβ λέγων Τί γέγονέν σοι ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωάβ Ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλεν ὁ Σαλωμὼν τὸν Βαναιοὺ υἱὸν Ἰωδᾶε λέγων Πορεύου καὶ ἄνελε αὐτόν, καὶ θάψον αὐτόν.
2:30καὶ ἦθεν Βαναιοὺ υἱὸς Ἰωδᾶε εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ εἶπεν αὐτῷ Τάδε λέγει ὁ βασιλεύς Ἔξελθε· καὶ εἶπεν Ἰωάβ Οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι· καὶ ἀπέστρεψεν Βαναίας υἱὸς Ἰωδᾶε καὶ εἶπεν τῷ βασιλεῖ λέγων Τάδε λελάληκεν Ἰωὰβ καὶ τάδε ἀποκέκριταί μοι.
2:31καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκεν, καὶ ἄνελε αὐτὸν καὶ θάφεις αὐτόν· καὶ ἐξαρεῖς αήμεπον τὸ αἷμα ὅ δωρεὰν ἐξεχεεν ἀπ’ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρὸς μου.
2:32καὶ απέστρεψεν Κύροις τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ· καὶ ἀπήωτησεν τοῖς δυςὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυεὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Ἀβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ τὸν Ἰέθερ ἀρχιστράτηγον Ἰούδα.
2:33καὶ ἐπεστράφη τὰ αἵματα αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα· καὶ τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου.
2:34καὶ ἀπήντησεν Ἰωδᾶε τῷ Ἰωὰβ καὶ ἐθανάτωσεν αὐτόν· καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
2:35καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν βαναιοὺ υἱὸν Ἰωδᾶε ἀντ’ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ. καὶ Σαδὼκ τὸν ἱερέα, ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ ἀβιαθάρ.
2:35Iκαὶ ᾠκοδόμησεν τὴν Ἀσσοὺρ καὶ τὴν Μαγαὼ καὶ τὴν Γάζερ καὶ τὴν Βαιθωρὼν ἐπάνω καὶ τὰ Βαλλάθ.
2:35aΚαὶ ἔδωκεν Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. *
2:35bκαὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν πάνντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου.
2:35cκαὶ ἔλαβεν τὴν θυγατέρα Φαραώ, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυεὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ἰερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν.
2:35dκαὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει.
2:35eκαὶ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. καὶ ᾠκοδόμησεν τὴν ἄκραν ἔπαλξιν ἐπ’ αὐτῆς· διέκοψεν τὴν πόλιν Δαυείδ.
2:35fοὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυεὶδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ. τότε ᾠκοδόμησεν τὴν ἄκραν.
2:35gκαὶ Σαλωμὼν ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον.
2:35hκαὶ οὗτοι οἱ ἄρχοντες οἱ κατεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρείς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα.
2:35iΚαὶ ἐν τῷ ἔτι Δαυεὶδ ζῇν ἐνετείλατο τῷ Σαλωμὼν λέγων Ἰδοὺ μετὰ σοῦ Σεμεεὶ υἱὸς Γηρά, υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμεινεὶ ἐκ Χεβρών.
2:35kπλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ἰερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόεις ταύτας.
2:35mοὖτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾖ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς·
2:35nκαὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ·
2:35oκαὶ νῦν μὴ ἀθῳώςῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σύ, καὶ γνώςῃ ἃ ποιήσεις αὐτῷ· καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾄδου.
2:36καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεεὶ καὶ εἶπεν αὐτῷ Οἰκοδόμησον οἶκον σεαυτῷ ἐν Ἰερουσαλὴμ καὶ κάθου ἐκεῖ, καὶ οὐκ ἐξελεύςῃ ἐκεῖθεν οὐδαμοῦ.
2:37καὶ ἔσται ἐν τῇ ἡμέμᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρών, γινώσκων γνώςῃ ὅτι θανάτῳ ἀποθανῇ· τὸ αἶμά σου ἔσται ἐπὶ τὴν κεθαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
2:38καὶ εἶπεν Σεμεεὶ πρὸς τὸν βασιλέα Ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ. οὕτω ποιησει ὁ δοῦλός σου. καὶ ἐκάθισεν Σεμεεὶ ἐν Ἰερουσαλὴμ τρία ἔτη.
2:39καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεεὶ πρὸς Ἀγχοὺς υἱὸν Ἀμηςὰ βασιλέα Γέθ· καὶ ἀπηγγέλη τῷ Σεμεεὶ λέγοντες Ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.
2:40καὶ ἀνέστη Σεμεεὶ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Ἀγχούς, τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ· καὶ ἐπορεύθη Σεμεεὶ καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.
2:41καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι Ἐπορεύθη Σεμεεὶ ἐξ Ἰερουσαλὴμ εἰς Γὲθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ.
2:42καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεεὶ καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ὤρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων Ἐν ᾖ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ἰερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώςῃ ὅτι θανάτῳ ἀποθανῇ;
2:43καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολὴν ἣν ἐνετειλάμην κατὰ σοῦ;
2:44καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεει Σὺ οιδας πᾶσαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου, ἃ ἐποίησας τῷ Δαυεὶδ τῷ πατρί μου· καὶ ἀνταπέδκεν Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου.
2:45καὶ ὁ βασιλεὺς Σαλωμὼν νὐλογημένος, καὶ ὁ θρόνος Δαυεὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα.
2:46καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναιὰ υἱῷ Ἰωδᾶε, καὶ ἐξῆλθεν καὶ ἀνέλεν αὐτόν.
2:46aKκαὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰουδὰ καὶ Ἰσραὴλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίουτες καὶ πίνοντες καὶ χαίροντες.
2:46bκαὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
2:46cκαὶ Σαλωμῶν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου·
2:46dκαὶ αὐτὸς ᾠκοδόμησεν δόμησεν τὴν Φερμαὶ ἐν τῇ ἐρήμῳ.
2:46eκαὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών. τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων.
2:46fοὐκ ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ῥαφεὶ ἔως Γάζης, ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ;
2:46gκαὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν· καὶ κατῴκει Ἰσυδὰ καὶ Ἰσραὴλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες ἀπὸ Δὰν καὶ ἕως Βηρςάβεε πάσας τὰς ἡμέρας Σαλωμών.
2:46iκαὶ ἦσαν τῷ Σαλωμὼν τεσσεράκοντα χιλάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων·
2:46jκ καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπῖο τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
2:46lΣαλωμὼν υἱὸς Δαυεὶδ ἐβαςίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰουδὰ ἐν Ἰερουσαλήμ.
2:46nκαὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· Ἀζαριοὺ υἱὸς Σαθὼκ τοῦ ἱερέως, καὶ Ὀρνειοὺ υἰὸς Ναθάν, ἄρχων τῶν ἐφεστηκότων, καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ. καὶ Σουβὰ γραμματεύς, καὶ Βαςὰ υἱὸς Ἀχειθάλαμ ἀναμιμνήσκων, καὶ Ἀβεὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχειρὲ υἱὸς Ἐδραεὶ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναιὰ υἱὸς Ἰωδᾶε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου, καὶ Καχοὺρ υἱὸς Ναθὰν ὁ σύμβουλος.

Provenance

L0 witness

title
I Kings 2 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 2; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Kings/02.greek.swete.L0.txt

Cite as:

I Kings 2 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 2; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-kings/02.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.