I Kings 7 (Greek, Swete)

Bible/Old Testament · I Kings · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

50 lines · a line number is a link to itself
refL0 witness
7:1καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ ἔλαβεν τὸν Χειρὰμ ἐκ Τύρου,
7:2υἰὸν γυναικὸς χήρας, καὶ οὖτος ἀπὸ τῆς φθυλῆς Νεφθαλεί, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ γνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ. καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμών, καὶ ἐποίησεν πάντα τὰ ἔργα.
7:3καὶ ἐχώνευσεν τὸ αἰλὰμ τοῦ οἴκου, ὀκτὼ καὶ δέκα πήχεις ὔψος τοῦ στύλου. καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν,τὸ πάχος τοῦ στύλου. τεσσάρων δακτύλων δακτύλων τὰ κοιλώματα. καὶ οὕτως στύλος ὁ δεύτερος.
7:4καὶ δύο ἐπιθέματα ἐποίησεν, δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτά. πέντε πήδχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός.
7:5καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνὶ καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δυτέρῳ.
7:6καὶ ἔργον κρεμαστόν, δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον. καὶ οὕτως τοῦ αἰλὰμ τῷ ἐπιθέματι τῷ δευτέρῳ.
7:7καὶ ἔστησεν τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ. καὶ ἔστησεν τὸν στύλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰαχούμ, καὶ ἔστησεν τὸν στύλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὅνομα αὐτοῦ Βάλαζ.
7:8καὶ ἐπὶ τῶν καφαλῶν τῶν στύλων ἔγρον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν.
7:9καὶ μέλαθρον ἐπ’ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τό μέλαθρον τῷ πήχει.
7:10καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ τείχους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει.
7:11καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτὴν δέκα ἐν πήχει κυκλόθεν·
7:12καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής.
7:13καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν, καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν, καἰ οἱ τρεῖς ἐπιβλέποντες νότον, καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν. καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπ’ αὐτῶν ἐπάνωθεν.
7:14καὶ ἐποίησεν δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς.
7:15καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνώθ. συνκλειστὸν αὐτοῖς, καὶ συνκλειστὸν ἀνὰ μέσον τῶν ἐξεχομένων.
7:16καὶ ἐπὶ τὰ συνκλείσματα αὐτῶν ἀνὰ μέσον ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβείν· καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως καὶ ἐπάνωθεν, καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως.
7:17καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προςέχοντα χαλκᾶ καὶ τέσσερα μέρη αὐτῶν, ὡμίαι ὑποκάτω τῶν λουτήρων.
7:18καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῷ μεχωνώθ· καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους.
7:19καὶ τὸ ἔργον τῶν τροχῶν ἔροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν πάντα χωνευτά.
7:20αἱ τέσσαρες Β ἀμίαι ἐπὶ τῶν τεσςάρων γωνιῶν τῆς μεχωνὼρ τῇ μιᾷ, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς· ἀυτῆς·
7:21καὶ ἐπὶ τῆς κεφλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μεγεθος αὐτῆς, στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ· καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς· καὶ ἠνοίγετο ἐπὶ τέσσαρας ἀρχὰς τῶν χειρῶν αὐτῆς.
7:22καὶ τὰ συγκλείσματα αὐτῆς χερουβεὶν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον ἔσω καὶ τὰ κυκλόθεν.
7:23κατ’ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον ἕν πάσαις.
7:24καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς, τεσσεράκοντα χοεῖς χωροῦντας τὸν χυτρόκαυλον τὸν ἔνα μετρήσει· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῇ μεχωνὼθ τῇ μιᾷ, ταῖς δέκα μεχωνώθ.
7:25καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ’ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου.
7:26καὶ ἐποίησεν Χειρὰμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας· καὶ συνετέλεσεν χειρὰμ ποιῶν πάντα τὰ ἔργα ἅ ἐποίησεν τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου.
7:27στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο· καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων·
7:28τὰς ῥόας τετρακοςίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπεὰ τῆς μεχωνὼθ ἐπ’ ἀμφοτέροις τοῖς στύλοις·
7:29καὶ τὰς μεχωνὼθ δέκα, καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνώθ·
7:30καὶ τὴν θάλασσαν μίαν, καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης·
7:31καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη ἅ ἐποίησεν Χειρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῶ Κυρίου· καὶ οἱ στύλοι τεσσεράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου· πάντα τὰ ἕργα τοῦ βασιλέως ἐποίησεν Χειρὰμ χαλκᾶ ἄρδην,
7:32οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα ἐκ πλήους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν τοῦ χαλκοῦ.
7:33ἐν τῷ περιοίκῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς, ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Σειρά.
7:34καὶ ἔλαβεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη ἅ ἐποίησεν ἐν οἴκῳ, τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν τράπεζαν ἐφ’ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς χρυςῆν,
7:35καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβεὶρ χρυσᾶς συνκλειομένας, χρυσᾶσ·
7:36καὶ τὰ λαμπαδεῖα καὶ τοὺς λύχνους καὶ τὰς τὰ τρυβλία καὶ αἱ θυίσκαι χρυσαῖ, συνκλειστά· καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου ἁγίου τῶν ἀγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυςσᾶσ.
7:37καὶ ἀνεπληρώθη τὸ ἔργον ὅ ἐποίησεν Σαλωμὼν οἴκου Κυρίου· καὶ εἰσήνεγκεν Σαλωμὼν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμών, τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου.
7:38Καὶ τὸν οἶκον ἑαυτῷ ῷκοδόμησεν Σαλωμὼν τρισκαίδεκα ἔτη.
7:39καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις.
7:40καὶ ἐφάτνωσεν τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων· καὶ ἀριθμος τῶν στύλων τεσσεράκοντα καὶ πέντε ὁ στίχος,
7:41καὶ μέλαθρα τρία, καὶ χώρα ἐπὶ χώραν τρισσῶς.
7:42καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι, καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισςῶς.
7:43καὶ τὸ αἰλὰμ τῶν στύλων πεντήκοντα μῆκος καὶ πενετήκοντα ἐν πλάτει ἐζυγωμένα, αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν· καὶ στύλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμμείν.
7:44καὶ τὸ αἰλὰμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου.
7:45καὶ ὁ οἶκος αὐτῶν, ἐν οἴκῳ καθήσεται ἐκεῖ, αὐλὴ μέα ἐξ ἐλισσομένης τούτοις κατὰ τὸ ἔργου τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραὼ ἥν ἔλαβεν Σαλωμὼν κατὰ τὸ αἰλὰμ τοῦτο.
7:46πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γειςῶν· καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην
7:47τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν·
7:48καὶ ἐπάνωθεν ιμόις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις.
7:49τῆς αὐλῆς τῆς μεγάλης κύκλοι τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολλημένης κέδρου.
7:50καὶ συνετέλεσεν Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.

Provenance

L0 witness

title
I Kings 7 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Kings/07.greek.swete.L0.txt

Cite as:

I Kings 7 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-kings/07.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.