I Kings 11 (Greek, Swete)

Bible/Old Testament · I Kings · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

43 lines · a line number is a link to itself
refL0 witness
11:1Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν Φιλογύνης. καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἐπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβεν γυναῖκας άλλοτρίας, καὶ τὴν θυγατέρα Φαραώ. Μωαβείτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας.
11:2ἐκ τῶν ἐθνῶν ὦν ἀπεῖπεν Κύριος τοῖς οὑοῖς Ἰσραήλ Οὐκ ἐσελεύσεσθε εἰς αὐτοὺς καὶ αὐτοὶ οὐκ εἰδώλων αὐτῶν, εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι.
11:3καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ.
11:4καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴ καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.
11:5τότε ᾠκοδόμησεν Σαλωμὼν ὑψηλὸν τῷ Χαρὼς εἰδώλῳ Μωάβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμών,
11:6καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων.
11:7καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις. ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν.
11:8καὶ ἐποίησεν Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.
11:9Καὶ ὠργισθη Κύριος ἐπὶ Σαλωμών, ὃτι ἐξίδλινεν δαρδίαν αὐτοῦ ἀπὸ Κυρίοπυ θεοῦ Ἰσραὴλ τοῦ ἀφθ;ντος αὐτῷ δὶς
11:10καὶ ἐντειλαμένῳ αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑπέρων καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ θεός· οὐδ᾿ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυίου κατὰ τὴν καρδίαν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ.
11:11καὶ εἶπεν Κύριος πρὸς Σαλωμών Ἀνθ᾿ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
11:12πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυεὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν·
11:13πλὴν ὃλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκὴπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυεὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἰερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην.
11:14Καὶ ἢγειρεν Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἁδὲρ τὸν Ἰδουμαῖον καὶ τὸν Ἑσρὼμ υἱὸν Ἐλιαδᾶε τὸν ἐν Ῥαεμμααὲρ Ἁδράζαρ βασιλέα Σουβὰ κύριον αὐτοῦ. καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἂνδρες, καὶ ἦν ἂρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμάσεκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τς ἠμέρας Σαλωμών· καὶ Ἁδὲρ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ.
11:15καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυεὶδ τὸν Ἐδῶμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἂρχοντα τῆς στρατείας θάπτειν τοὺς τραυματίας, ἒκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·
11:16ὃτι ἓξ μῆνας ἐνεδάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἓως ὃτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ.
11:17καὶ ἀπέδρα Ἁδὲρ αὐτὸς καὶ πάντες οἱ Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἲγυπτον· καὶ Ἁδὲρ παιδάριον μικρόν.
11:18καὶ ἀνίστανται ἂνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἂρχονται πρὸς φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἁδὲρ πρὸς Φαραώ, καὶ ἒδωκεν αὐτῷ οἶκον καὶ ἂρτους διέταξεν αὐτῷ.
11:19καὶ εὗρεν Ἁδὲρ χάριν ἐναντίου φαραὼ σθόδρα, καὶ ἒδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν της γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμείνας τῆς μείζω.
11:20καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμείνας τῷ Ἁδὲρ τὸν Γανηβὰθ υἱὸν αὐτῆς· καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμείνα ἐν μέςῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.
11:21καὶ Ἁδὲρ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατείας· καὶ εἶπεν Ἁδὲρ πρὸς Θαραώ Ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
11:22καὶ εἶπεν Θαραὼ τῷ Ἁδέρ Τίνι σὺ ἐλαττονῇ μετ’ ἐμοῦ, καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου;
11:23καὶ εἶπεν αὐτῷ Ἁδέρ Ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με·
11:24καὶ ἀνέστρεψεν Ἁδὲρ εἰς τὴν γῆν αὐτοῦ.
11:25αὕτη ἡ κακία ἥν ἐποίησεν Ἁδέρ· καὶ ἐβαρυθύμησεν Ἰσραήλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ.
11:26Καὶ Ἰεροβοὰμ υἱὸς Ναβὰθ ὁ Ἐφραθεὶ ἐκ τῆς Σαρειρὰ υἱὸς γυναικὸς χήρας, ὁ δοῦλος Σαλωμέν.
11:27καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χρῖρας ἐπὶ βασιλέα. Σαλωμὼν ᾠκοδόμησεν τὴν ἄκραν· συνέκλεισεν τὸν τῆς πόλεως Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ.
11:28καὶ ὀ ἄνθρωφραγμὸν πος Ἰεροβοὰμ ἰσχυρὸς δυνάμει· καὶ εἶδεν Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ.
11:29καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ἰεροβοὰμ ἐξηλθεμ ἐξ Ἰρουσαλήμ, καὶ εὗρεν αὐτὸν Ἀχείας ὁ Σηλωνείτης ὁ προφήτης ἐν τῇ ὁδῷ, καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ὁ Ἀχρίας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ.
11:30καὶ ἐπελάωετο Ἀχειὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ’ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα·
11:31καὶ εἶπεν τῷ Ἰεροβοάμ Λἀβε σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμών, καὶ δώσω σοι δέκα σκῆπτρα·
11:32καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ Δαυεὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἰερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην. ἐν αὐτῇ ἐκ πασὼν φυλῶν Ἰσραήλ.
11:33ἀνθ’ ὦν κατέλιπέν με, καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ ἐν τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμών, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιὴσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.
11:34καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τὴς ζωῆς αὐτοῦ, διὰ Δαυεὶφ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν.
11:35καὶ λήμψομαι τὴν βασιλείαν έκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα·
11:36τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυεὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἰερουσαλὴμ τῇ πόλει, ᾖ ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ.
11:37καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἶς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ.
11:38καὶ ἔσται ἐὰν ξυλάξῃς πάντα ὄσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς έντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυεὶδ ὁ δοῦλός μου·
11:39καὶ ἕσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν καθὼς οἰκοδόμησα τῷ Δαυείδ.
11:40καὶ ἐξήτησεν Σαλωμὼν θανατῶσαι τὸν Ἰεροβοάμ· καὶ ἀνέστη καὶ άπέστη καὶ ἀπέδρα εἰς Αἵγυπτον πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐν Αἰγύπτῳ ἔως οὖ ἀπέθανεν Σαλωμών.
11:41καὶ τὰ λοιπὰ τὼν ῥημάτων Σαλωμὼν καὶ πάντα ὄσα ἐποίησεν καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται έν βιβλίῳ ῥημάτων Σαλωμών;
11:42καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Σαλωμὼν ἐν Ἰερουσαλὴμ τεσσεράκοντα ἔτη.
11:43καὶ ἐκοιμήθη Σαλμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἕθαψαν αὐτὸν ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενἠθη ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβάτ, καὶ αύτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἐκ προςώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνειν· καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαρειρὰ τὴν ἐν ὄρει Ἐφράιμ. καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβαςίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Provenance

L0 witness

title
I Kings 11 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Kings/11.greek.swete.L0.txt

Cite as:

I Kings 11 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-kings/11.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.