I Kings 21 (Greek, Swete)

Bible/Old Testament · I Kings · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 21; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

43 lines · a line number is a link to itself
refL0 witness
21:1Καὶ συνήθροισεν υἱὸς Ἁδὲρ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν, καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ’αὐτοῦ, καὶ πᾶς ἵππος καὶ ἅρμα. καὶ ἀνέβησαν καὶ περιεκάθιεαν ἐπὶ Σαμάρειαν, καὶ ἐπολέμησαν ἐπ’αὐτήν.
21:2καὶ ἀπέστελιλεν πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ εἰς τὴν πόλιν καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Ἀδέρ
21:3Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν.
21:4καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.
21:5καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Ἁδέρ Ἐγὼ ἀπέστρεψα λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου δώσεις ἐμοί.
21:6ὅτι ταύτην τὴν ὤραν αὔριον ἀποστελῶ τοὺς παὶδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σουκαὶ τοὺς οἴκους τῶν παίδων σου. καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν ἐφ’ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται.
21:7καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὖτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρὸς μὲ περὶ τῶν γυναικῶν μου καὶπερὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου. τὸ ἀργύριον μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ’αὐτοῦ.
21:8καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούςῃς καὶ μὴ θελήςῃς.
21:9καὶ εἶπεν τοῖς ἀγγέλοις υἰοῦ Ἁδέρ Δέγετε τῷ κυρίῳ ὑμῶν Πάντα ὅσα απέσταλκας πρὸςτὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὑ δυνήσομαιποιῆσαι. καὶ ἀπὴραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον.
21:10καὶ ἀπέστειλεν πρὸς αὐτὸν υἱὸς Ἁδὲρ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.
21:11καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Ἱκανούσθω. μὴ καυχάσω ὁ κυρτὸς ὡς ὁ ὁρθός.
21:12καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες βασιλεῖς μετ’αὐτοῦ ἐν σκηναῖς. καὶ εἶπεν τοῖς παιςὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα. καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.
21:13καὶ ἰδοὺ προφήτης εἷς προςῆλθεν τῷ βασιλεῖ Ἰσραὴλ καὶ εἶπεν Τάδε λέγει Κύριος Εἰ ἑόρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.
21:14καὶ εἶπεν Ἀχαάβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χορῶν. καὶ εἶπεν Ἀχαάβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ.
21:15καὶ ἐπεσκέψατο Ἀχαὰβ τοὺς ἄρχοντας, τὰ παιδάρια τῶν χορῶν, καὶ ἐγένετο διακόσια καἲ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν νἱὸν δυνάμεως, ἑξήκοντα.
21:16καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Ἁδὲρ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο, βασιλεῖς συνβοηθοὶ μετ’ αὐτοῦ.
21:17καὶ ἐξῆλθον ἄρχοντες παιδάια τῶν χορῶν ἐν πρώτοις· καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.
21:18εἰπεῖν αὐτοῖς, εἰς εἰρήνην, οὐ γὰρ ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς·
21:19καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως ἄρχοντα τὰ παιδάρια, ἄρχοντα τῶν χορῶν, καὶ ἡ δύναμις ὀπίσω αὐτῶν.
21:20ἐπάταξεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἔφυγεν Συρία· καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ, καὶ σώζεται υἱὸς Ἁδὲρ βασιλέως Συρίας ἐφ’ ἵππου ἱππέως.
21:21καὶ ἐξῆλθεν βασιλεὺς Ἰσραὴλ καὶ ἔλαβεν πα΄ντας τοὺς ἵππους καὶ τὰ ἅρματα, καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ.
21:22καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ἰσραὴλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὄτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ οἱὸς Ἁδὲρ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.
21:23Καὶ οἱ παῖδες βασιλέως Συμιας καὶ εἶπον Θεὸς ὀρέων θεὸς Ἰσραὴλ καὶ οὐ θεὸς κοιλάδος, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲπολεμήσωμεν αὐτοὺς κατ᾽ εὐθύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς.
21:24καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστονεἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾽ αὐτῶν σατράπας,
21:25καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾽ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.
21:26καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Ἀφεκα εἰς πόλεμον ἐπὶ Ἰσραηλ.
21:27καὶ οἱ υἱοὶ Ἰσραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν.
21:28καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραηλ Τάδε λέγει κύριος Ἀνθ᾽ ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος.
21:29καὶ παρεμβάλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ἰσραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶνμιᾷ ἡμέρᾳ.
21:30καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν,καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκοντοῦ κοιτῶνος εἰς τὸ ταμίειον.
21:31καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδαὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.
21:32καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰἔτι ζῇ; ἀδελφός μού ἐστιν.
21:33καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπονἈδελφός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Ἁδέρ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.
21:34καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν.
21:35Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πληςίον αὐτοῦ ἐν λόγῳ Κυρίου Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν πατάξαι ὁ ἄνθρωπος αὐτόν.
21:36καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.
21:37καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος, πατάξας καὶ συνέτριψεν.
21:38καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.
21:39καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλέυς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατείαν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ ἐξήγαγεν πρὸς με ἄνδρα καὶ εἶπεν πρὸς μέ Φύλαξον τοῦτον τὸν ἄνδρα· ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις.
21:40καὶ ἐγενήθη, περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν, καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ Ἰδοὺ καὶ τὰ ἔνεδρα παρ ἐμοὶ ἐφόνευσας.
21:41καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραὴλ ὅτι ἐκ τῶν προφητῶν οὗτος.
21:42καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἄντὸ τοῦ λαοῦ αὐτοῦ.
21:43καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ἰσραὴλ συνκεχυμένος καὶ ἐκλελυμένος, καὶ ἔρχεται εἰς Σαμάρειαν.

Provenance

L0 witness

title
I Kings 21 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 21; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Kings/21.greek.swete.L0.txt

Cite as:

I Kings 21 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Kings 21; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-kings/21.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.