I Maccabees 7 (Greek, Swete)

Bible/Old Testament · I Maccabees · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Maccabees 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

50 lines · a line number is a link to itself
refL0 witness
7:1Ἔτους ἑνὸς καὶ πεντηκοστοῦ ἐξῆλθεν Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης, καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν, καὶ ἐβασίλευσεν ἐκεῖ.
7:2καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ.
7:3καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἰπεν Μή μοι δείξητε τὰ πρόσαωπα αὐτῶν.
7:4καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ.
7:5καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ἰσραήλ, καὶ Ἄλκιμος ἡγεῖται αὐτῶν βουλόμενος ἱερατεύειν.
7:6καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα, λέγοντες Ἀπώλεσεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν.
7:7νῦν οὖν ἀπόστειλον ἄνδρα ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν ἅπασαν ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ ἐκολάσατο αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς.
7:8Καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ·
7:9καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ, καὶ ἔστησαν αὐτῷ τὴν ἱερωσύνην, καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ἰσραήλ.
7:10καὶ ἀπῆλθεν καὶ ἦλθεν μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ἰούδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἰούδαν καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου.
7:11καὶ οὐ προσεῖχον τοῖς λόγοις αὐτῶν· ἴδον γὰρ ὅτι ἦλθον μετὰ δυνάμεως πολλῆς.
7:12καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων, ἐκζητῆσαι δίκαια.
7:13καὶ πρῶτοι οἱ Ἁσιδαῖοι ἦσαν ἐν υἱοῖς Ἰσραήλ, καὶ ἐπεζήτουν παρʼ αὐτῶν εἰρήνην·
7:14εἶπαν γάρ Ἄνθρωπος ἱερεὺς ἐκ τοῦ σπέρματος Ἀαρὼν ἦλθεν ἐν ταῖς δυνάμεσιν, καὶ οὐκ ἀδικήσει ἡμᾶς.
7:15καὶ ἐλάλησεν μετʼ αὐτῶν εἰρηνικοὺς λόγους, καὶ ὤμοσεν αὐτοῖς λέγων Οὐκ ἐκζητήσομεν ὑμῖν κακόν, καὶ τοῖς φίλοις ὑμῶν.
7:16καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τοὺς λόγους οὓς ἔγραψεν
7:17¹⁷Σάρκας ὁσίων σου καὶ αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἰερουσαλήμ, καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων.
7:18Καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν, ὅτι εἶπαν Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις· παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον ὃν ὤμοσαν.
7:19καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ἰερουσαλήμ, καὶ παρενέβαλεν ἐν Βηζέθ, καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετʼ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ, καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα.
7:20καὶ κατέστησεν τὴν χώραν τῷ Ἀλκίμῳ, καὶ ἀφῆκεν μετʼ αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ· καὶ ἀπῆλθεν Βακχίδης πρὸς τὸν βασιλέα.
7:21καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης.
7:22καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν, καὶ κατεκράτησαν γῆν Ἰούδα, καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ἰσραήλ.
7:23καὶ ἴδεν Ἰούδας πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετʼ αὐτοῦ ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ τὰ ἔθνη·
7:24καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ἰουδαίας καὶ κυκλόθεν, καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν καὶ τοῖς αὐτομολήσασιν, καὶ ἀνεστάλησαν τοῦ πορευθῆναι εἰς χώραν.
7:25ὡς δὲ ἴδεν Ἅλκιμος ὅτι ἐνίσχυσεν Ἰούδας καὶ οἱ μετʼ αὐτοῦ, καὶ ἔγνω ὅτι δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά.
7:26Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων, καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ἰσραήλ, καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν.
7:27καὶ ἦλθεν Νικάνωρ εἰς Ἰερουσαλὴμ δυνάμει πολλῇ, καὶ ἀπέστειλεν πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων
7:28Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ἴδω ὑμῶν τὰ πρόσωπα μετʼ εἰρήνης.
7:29καὶ ἦλθεν πρὸς Ἰούδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἦσαν ἕτοιμοι ἐξαρπάσαι τὸν Ἰούδαν.
7:30καὶ ἐγνώσθη ὁ λόγος τῷ Ἰούδᾳ, ὅτι μετὰ δόλου ἦλθεν ἐπʼ αὐτόν· καὶ ἐπτοήθη ἀπʼ αὐτοῦ, καὶ οὐκ ἠβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ.
7:31καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰούδα κατὰ Χαρφαρσαραμά.
7:32καὶ ἔπεσαν τῶν παρὰ Νικάνορος ὡς πεντακισχίλιοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυείδ.
7:33Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς τὸ ὄρος Σιών· καὶ ἐξῆλθαν ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς, καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως.
7:34καὶ ἐμυκτήρισεν αὐτούς, καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτούς, καὶ ἐλάλησεν ὑπερηφάνως.
7:35καὶ ὤμοσεν μετὰ θυμοῦ λέγων Ἐὰν μὴ παραδοθῇ Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ τὸ νῦν εἰς χεῖράς μου, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐνπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλθεν μετὰ θυμοῦ.
7:36καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ, καὶ ἔκλαυσαν καὶ εἶπαν
7:37Σὺ ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπʼ αὐτόν, εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου.
7:38ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσάτωσαν ἐν ῥομφαίᾳ· μνήσθητι τῶν δυσφημιῶν αὐτῶν, καὶ μὴ δῷς αὐτοῖς μονὴν.
7:39Καὶ ἐξῆλθεν Νικάνωρ ἐξ Ἰερουσαλὴμ καὶ παρενέβαλον ἐν Βεθώρων, καὶ συνῆντησεν αὐτῷ δύναμις Συρίας.
7:40καὶ Ἰούδας παρενέβαλεν ἐν Ἀδασὰ ἐν τρισχιλίοις ἀνδράσιν· καὶ προσηύξατο Ἰούδας καὶ εἶπεν
7:41Οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.
7:42οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον· καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ.
7:43καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Ἄδάρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος· καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ.
7:44ὡς δὲ ἴδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ, ῥίψαντες τὰ ὅπλα αὐτῶν ἔφυγον.
7:45καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Ἀδασὰ ἕως τοῦ ἐλθεῖν εἰς Γαζηρά, καὶ ἐσάλπισαν ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν.
7:46καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ἰουδαίας κυκλόθεν, καὶ ὑπερεκέρων αὐτοὺς· καὶ ἀνέστρεφον οὖτοι πρὸς τούτους, καὶ ἔπεσαν πάντες ῥομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἰς.
7:47καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλαν καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως. καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν Ἰερουσαλήμ.
7:48καὶ ηὐφράνθη ὁ λαὸς σφόδρα, καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλην.
7:49καὶ ἔστησαν τοῦ ἀγαγεῖν κατʼ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδάρ.
7:50καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἡμέρας ὀλίγας.

Provenance

L0 witness

title
I Maccabees 7 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Maccabees 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Maccabees/07.greek.swete.L0.txt

Cite as:

I Maccabees 7 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Maccabees 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-maccabees/07.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.