I Maccabees 12 (Greek, Swete)

Bible/Old Testament · I Maccabees · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Maccabees 12; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

53 lines · a line number is a link to itself
refL0 witness
12:1Καὶ ἴδεν Ἰωναθὰν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπέλεξεν ἄνδρας, καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεῶσαι τὴν πρὸς αὐτοὺς φιλίαν·
12:2καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ ταὐτά.
12:3καὶ ἐπορεύθησαν εἰς Ρώμην, καὶ ἐπορεύθησαν εἰς τὸ βουλευτήριον, καὶ εἶπαν Ἰωναθὰν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ἰουδαίων ἀπέστειλαν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν αὐτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον.
12:4καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ἰούδα μετ᾿ εἰρήνης.
12:5καὶ τοῦτο ἀντίγραφον τῶν ἐπιστολῶν ὦν ἔγραψεν Ἰωναθὰν τοῖς Σπαρτιάταις
12:6Ἰωναθὰν ἀρχιερεὺς τοῦ ἔθνους καὶ ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ἰουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν.
12:7ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ὀνίαν τὸν ἀρχιερέα, παρὰ δʼ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν, ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται.
12:8καὶ ἐπεδέξατο Ὀνίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως, καὶ ἔλαβεν τὰς ἐπιστολάς, ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας.
12:9καὶ ἡμεῖς οὗν ἀπροσδεεῖς τούτων ὄντες, παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν,
12:10ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι, πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφʼ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς.
12:11ἡμεῖς οὗν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνησκόμεθα ὑμῶν, ἐφʼ ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφῶν.
12:12εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν.
12:13ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν.
12:14οὐκ ἠβουλόμεθα οὖν παρενοχλεῖν ὑμῖν καὶ τοὺς λοιποὺς συμμάχους καὶ φίλους ἡμῶν ἐν τοῖς πολέμοις τούτοις.
12:15ἔχομεν γὰρ τὴν ἐξ οὐρανῶν βοηθίαν βοηθοῦσαν ἡμῖν, καὶ ἐρύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν.
12:16ἐπελέξαμεν οὗν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος, καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον.
12:17ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς, καὶ ἀποδοῦναι ὑμῖν τὰς παρʼ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν.
12:18καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα.
12:19Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν Ὀνείᾳ
12:20Ἄρης βασιλεὺς Σπαρτιατῶν Ὀνείᾳ ἱερεῖ μεγάλῳ χαίρειν.
12:21εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ἰουδαίων, ὅτι ἀδελφοὶ εἰσίν, καὶ ὅτι εἰσὶν ἐκ γένους Ἀβραάμ.
12:22καὶ νῦν ἀφʼ οὐ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν.
12:23καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν Tὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν· ἐντελλόμεθα οὗν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ τὰ αὐτά.
12:24Καὶ ἤκουσεν Ἰωναθὰν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπέρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν.
12:25καὶ ἀπῆρεν ἐξ Ἰερουσαλήμ, καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἁμαθειτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ.
12:26καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτοῦ· καὶ ἐπέστρεψαν, καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Οὕτως τάσσονται ἐπιπεσεῖν ἐπʼ αὐτοὺς τὴν νύκτα.
12:27ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν Ἰωναθὰν τοῖς παρʼ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλαις, ἑτοιμάζεσθαι εἰς πόλεμον δι᾿ ὅλης τῆς νυκτός· καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς.
12:28καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ἰωναθὰν καὶ οἱ παρʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τὴν καρδίαν αὐτῶν, καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν.
12:29Ἰωναθὰν δὲ καὶ οἱ παρʼ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα.
12:30καὶ κατεδίωξεν ὀπίσω αὐτῶν, καὶ οὐκ ἐκατελαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν.
12:31καὶ ἐξέκλινεν Ἰωναθὰν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους, καὶ ἐπάταξεν αὐτούς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
12:32καὶ ἀναζεύξας ᾖλθεν εἰς Δαμασκόν, καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ.
12:33καὶ Σίμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκάλωνος, καὶ τὰ πλησίον ὀχυρώματα, καὶ ἐξέκλινεν εἰς Ἰόππην καὶ προκατελάβετο αὐτήν.
12:34ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου, καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν.
12:35Καὶ ἐπέστρεψεν Ἰωναθὰν καὶ 'ξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ ἐβουλεύσατο μετʼ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ἰουδαία,
12:36καὶ προσυψῶσαι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίσαι αὐτὴν τῆς πόλεως, ἵνα ἡ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν.
12:37καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν, καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθά.
12:38καὶ Σίμων ᾠκοδόμησεν τὴν Ἁδιδὰ ἐν τῆ σεφηλά, καὶ ὠχύρωσεν θύρας καὶ μοχλούς.
12:39Καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρας ἐπὶ Ἀντίοχον τὸν βασιλέα.
12:40καὶ ηὐλαβήθη μή ποτε οὐκ ἐάσῃ αὐτὸν Ἰωναθὰν καὶ μὴ ποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει πόρον τοῦ συλλαββεῖν αὐτὸν τοῦ ἀποκτεῖναι· καὶ ἀπάρας ἦλθεν εἰς Βεθσά.
12:41καὶ ἐξῆλθεν Ἰωναθὰν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσεράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν, καὶ ἦλθεν εἰς Βεθσά.
12:42καὶ εἶδεν Τρύφων ὅτι πάρεστιν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπʼ αὐτὸν ηὐλαβήθη.
12:43καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως, καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς φίλοις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ δόματα, καὶ ἐπέταξεν τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡσαύτως.
12:44καὶ εἶπεν τῷ Ἰωναθάν Ἵνα τί ἔκοψας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν;
12:45καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξον δέ σεαυτῷ ἄνδρας ὀλίγους οἴτιωες ἔσονται μετὰ σοῦ· καὶ δεῦρο μετʼ ἐμοῦ εἰς Πτολεμαίδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς πολλὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι.
12:46καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καθὼς εἶπεν, καὶ ἐξαπέστειλεν τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ἰούδα.
12:47κατέλειπεν δὲ μεθʼ ἑαυτοῦ ἄνδρας τρισχιλίους· ὡς δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ.
12:48Ὡς δὲ εἰσῆλθεν Ἰωναθὰν εἰς Πτολεμαίδα, ἀπέκλεισαν οἱ Πτολεμαῖται τὰς πύλας, καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς συνελθόντας μετʼ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ.
12:49καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς Γαλιλαίαν εἰς τὸ πεδίον τὸ μέγα, τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ἰωνάθου.
12:50καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν, καὶ οἱ μετʼ αὐτοῦ· καὶ παρεκάλεσαν ἑαυτούς, καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον.
12:51καὶ ἴδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς ἐστιν αὐτοῖς· καὶ ἐπέστρεψαν.
12:52καὶ ἦλθον πάντες μετ᾿ εἰρήνης εἰς γῆν Ἰούδα, καὶ ἐπένθησαν τὸν Ἰωναθὰν καὶ τοὺς μετʼ αὐτοῦ, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐπένθησεν Ἰσραὴλ πένθος μέγα.
12:53καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρίψαι αὐτοὺς· εἶπαν γάρ Οὐκ ἔχουσιν ἄνδρα ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμενν αὐτούς, καὶ ἐξαροῦμεν ἐξ ἀνθρόπων τὸ μνημόσυνον αὐτῶν.

Provenance

L0 witness

title
I Maccabees 12 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Maccabees 12; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Maccabees/12.greek.swete.L0.txt

Cite as:

I Maccabees 12 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Maccabees 12; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-maccabees/12.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.