I Samuel 25 (Greek, Swete)

Bible/Old Testament · I Samuel · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Samuel 25; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

43 lines · a line number is a link to itself
refL0 witness
25:1Καὶ ἀπέθανεν Σαμουήλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ καὶ κόπτονται αὐτόν, καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἁρμαθάιμ. καὶ ἀνέστη Δαυεὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν.
25:2Καὶ ἢν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι. καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ·
25:3καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβάλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀβειγαία· καὶ ἢ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ ἀγαθὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ὁ ἄνθρωπος κυνικός.
25:4καὶ ἤκουσεν Δαυεὶδ ἐν τῆ ἐρήμῳ ὅτι κείρει Ναβὰλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ·
25:5καὶ Δαυεὶδ ἀπέστειλεν δέκα παιδάρια, καὶ εἶπεν τοῖς παιδαρίοις Ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβάλ, καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην,
25:6καὶ ἐρεῖτε τάδε Εἰς ὥρας καὶ σὺ ὑγιαίνων· ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα.
25:7καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι νῦν οἱ ποιμένες σου οἳ ἦσαν μεθ’ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθέν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ.
25:8ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσίν σοι. καὶ εὑρέτωσαν τὰ παιδάριά σου χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ’ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῶ υἱῶ σου τῶ Δαυείδ.
25:9καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τούς λόγους τούτους πρὸς Ναβὰλ καὶ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυείδ· καὶ ἀνεπήδησεν
25:10καὶ ἀπεκρίθη Ναβὰλ τοῖς παισὶν Δαυειδ καὶ εἶπεν τίς ὁ Δαυεὶδ καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.
25:11καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνον μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοῖς κείρουσίν μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν οἷς οὐκ οἶδα πόθεν εἰσίν ;
25:12καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυεὶδ εἰς ὁδὸν αὐτῶν, καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυεὶδ κατὰ τὰ ῥήματα ταῦτα.
25:13καὶ εἶπεν Δαυεὶδ τοῖς ἀνδράσιν αὐτοῦ Εώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυεὶδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν.
25:14καὶ Ἀβειγαίᾳ γυναικὶ Ναβὰλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων Ἴδου Δαυεὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ’ αὐτῶν.
25:15καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα. οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρ’ αὐτοῖς·
25:16ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἥμεθα παρ’ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον.
25:17καὶ νῦν γνῶθι καὶ ἴδε τί σὺ ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμὸς καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν.
25:18καὶ ἔσπευσεν Ἀβειγαία καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γόμορ ἱν σταφίδος καὶ διακοσίας παλάθας, καὶ ἔθετο ἐπὶ τοὺς ὄνους·
25:19καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς προσπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν .
25:20καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους, καὶ ἰδοὺ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς· καὶ ἀπήντησεν αὐτοῖς.
25:21καὶ Δαυεὶδ εἶπεν Ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθῶν·
25:22τάδε ποιήσαι ὁ θεὸς τῷ Δαυεὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβὰλ ἕως πρωὶ οὐροῦντα πρὸς τοῖχον.
25:23καὶ εἶδεν Ἀβειγαία τὸν Δαυείδ, καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἐνώπιον Δαυεὶδ ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν τὴν γῆν
25:24ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν Ἐν ἐμοί, κύριέ μου, ἢ ἀδικία μου· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον τῆς δούλης σου λόγον.
25:25μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστιν· Ναβὰλ ὄνομα αὐτῷ καὶ ἀφροσύνη μετ’ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου ἃ ἀπέστειλας.
25:26καὶ νῦν, κύριε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέν σε κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σώζειν τὴν χεῖρά σού σοι· καὶ νῦν γένοιντο ὡς Ναβὰλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά.
25:27καὶ νῦν λάβε τὴν εὐλογίαν ἢν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου.
25:28ἆρον δὴ τὸ ια τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ κύριος πολεμεῖ, καὶ κακία V οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.
25:29καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, κ δεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ κυρίῳ τῷ σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.
25:30καὶ καὶ ἔσται ὅτι ποιήσει κύριος τῷ κυρίῳ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.
25:31καὶ οὐκ ἱστᾶι σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ· καὶ ἀγαθῶσαι κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ.
25:32καὶ εἶπεν Δαυεὶδ τῇ Ἀβειγαίᾳ Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ὃς ἀπέστειλέν σε εἰς ἀπάντησίν μου.
25:33καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι μου ἐμοί.
25:34πλὴν ὅτι ζῆ κύριος ὁ θεὸς Ἰσραὴλ ὃς ἁ με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰ ἀπάντησίν μοι, τότε εἶπα Εἰ ὑπολειφθήσεται τῷ Ναβὰλ ἕως τοῦ πρωὶ οὐρῶν πρὸς τοῖχον.
25:35καὶ ἔλαβεν Δαυεὶδ ἐκ χειρὸς πάντα ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ Ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου.
25:36καὶ παρεγενήθη Ἀβειγαία πρὸς Ναβάλ· καὶ ἰδοὺ αὐτῷ πότος βασιλέως καὶ ἡ καρδία Ναβὰλ ἀγαθὴ ἐπ’ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωί.
25:37καὶ ἐγένετο πρωὶ ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβάλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος·
25:38καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν κύριος τὸν Ναβάλ, καὶ ἀπέθανεν.
25:39καὶ ἤκουσεν Δαυεὶδ καὶ εἶπεν Εὐλογητὸς κύριος ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβάλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν· κοὶ τὴν κακίαν Ναβὰλ ἀπέστρεψεν κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλεν Δαυεὶδ καὶ ἐλάλησεν περὶ Ἀβειγαίας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα.
25:40καὶ ἦλθον οἱ παῖδες Δαυεὶδ πρὸς Ἀβειγαίαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυεὶδ ἀπέ ἡμᾶς πρὸς σὲ λαβεῖν σε αὐτῷ εἰς γυναῖκα.
25:41καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου.
25:42καὶ ἀνέστη Ἀβειγαία καὶ ἐπέβη ἐπὶ τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούθουν αὐτὴ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυείδ, κα γίνεται αὐτῷ εἰς γυναῖκα·
25:43καὶ τὴν Ἀχεινάαν ἔλαβεν Δαυεὶδ ἐξ Ἰσραήλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες. καὶ Σαοὺλ ἔδωκεν Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυεὶδ τῷ Φαλτεὶ υἱῷ Ἀμεὶς τῷ ἐκ Ῥομμά·

Provenance

L0 witness

title
I Samuel 25 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Samuel 25; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Samuel/25.greek.swete.L0.txt

Cite as:

I Samuel 25 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Samuel 25; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-samuel/25.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.