II Chronicles 6 (Greek, Swete)

Bible/Old Testament · II Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 6; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

42 lines · a line number is a link to itself
refL0 witness
6:1Τότη εἶπεν Σαλωμῶν Κύριος εἶπεν τοῦ κατασκηνῶσαι ἐν γνόφῳ.
6:2καὶ ἐγὼ οἰκοδόμηκα οἶκον τῷ ἀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.
6:3καὶ ἐπέστρεψεσ ὁ βασιλεὺς τὸ πρόσααοπον αὐτοῦ καὶ εὐλόγησεσ τὴν πᾶσαν ἐκκλησίαν Ἰσραήλ, καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ παρειστήκει.
6:4καὶ εἶπεν Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὁς ἐλάλησευ ἑο στόματι αὐτοῦ πρὸς Δαυεὶδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων
6:5Ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ, καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·
6:6καὶ ἐξελεξάμην ἐν Δαυεὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ.
6:7καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυεὶδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ.
6:8καὶ εἶπεν Κύριος πρὸς Δαυεὶδ πατέρα μου Διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐγένετο ἐπὶ καρδίαο σου·
6:9πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου ὸς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
6:10καὶ ἀνέστησεν Κύριος τὸν λόγον τοῦτον ὃν ἐλάλησεν, καὶ ἐγενήθην ἀντὶ Δαυεὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραὴλ καθῶς ἐλάλησεν Κύριος, καὶ οἰκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ,
6:11καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτὸν ἐν ἦ ἐκεῖ διαθήκη Κυρίου ἣν διέθετο τῷ Ἰσραήλ.
6:12Καὶ ἔστη κατέναυτι τοῦ θυσιαστηρίου Κυρίου ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ·
6:13ὅτι ἐποίησεσ Σαλωμὼν βοάσιν χαλκῆν καὶ ἔθηκευ αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πηχῶν τὸ μῆκος αὐτῆς καὶ πέντε πήχεων τὸ εὗρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς· καὶ ἔστη ἐπ᾿ αὐτῆς, καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν
6:14καὶ εἶπεν Κύριε ὁ θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, φυλάσσαων τὴν διαθήκην καὶ τὸ ἥλεος τοῖς παισίν σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδᾳ.
6:15ἐφύλαξας τῷ παιδί σου Δαυεὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων, καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.
6:16καὶ νῦν, Κύριε ὁ θεὸς Ἰσραήλ, φύλαξον τῷ παιδί σου τῷ Δαυεὶδ ὅ ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου καθήμενος ἐπὶ θρόνου Ἰσραήλ, πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ ὀνόματὶ μου ὡς ἐπορεύθης ἔναντίον μου.
6:17καὶ νῦν, Κύριε ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ όῆμά σου ὁ ἐλάλησας τῷ παιδί σου τῷ Δαυείδ.
6:18ὄτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, καὶ τίς ὁ οἶκος οὗτος ὃν οἰκοδόμησα;
6:19καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν σαιδός σου καὶ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ θεός, τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσεὐχῆς ἐναντίον σου σήμερον,
6:20τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον τοῦτον ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς ἧς ὁ παῖς σου προσεύχεται εἰς τὸν τόπον τοῦτον.
6:21καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου καὶ λαοῦ Ἰσραὴλ ἄ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεως σου ἐκ τοῦ οὐρανοῦ, καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ.
6:22ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ καὶ λάβῃ ἐπʼ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἀράσηται κατέναντι τοῦ θυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ,
6:23καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τοῦ οὐρανοῦ καὶ ποιήσεις, καὶ κρινεῖς τοὺς δούλους σου τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, τοῦ δικαιῶσαι δίκαιον, τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.
6:24καὶ ἐὰν θραυσθῇ ὁ λαός σου Ἰσραὴλ κατέναντι τοῦ ἐχθροῦ ἐὰν ἁμάρτωσίν σοι, καὶ ἐπιστρέψωσιν καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθῶσιν ἐναντίον σου ἐν τῷ οἴκῳ τούτῳ,
6:25καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου Ἰσραήλ, καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν.
6:26ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετὸν ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ αἰνέσουσιν τὸ ὄνομά σου, καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἐπιστρέψουσιν ὅτι ταπεινώσεις αὐτοὺς·
6:27καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἴλεαως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν ἐν ἦ πορεύσονται ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν.
6:28λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, θάνατος ἐὰν γένηται ἐπὶ τῆς γῆς, ἀνεμοφθορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πᾶν πόνον,
6:29καὶ πᾶσα προσευχὴ καὶ πᾶσα δέησις ἡ ἐὰν γένηται ἀνθρώπῳ καὶ παντὶ λαῷ σου Ἰσραήλ, ἐὰν γνῷ ἄνθρωπος τὴν ἁφὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ, καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,
6:30καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἰάσῃ, καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπαων·
6:31ὅπως φοβῶνται πάσας ὁδοὺς σου πάσας τὰς ἡμέρας ἂς αὐτοὶ ζῶσιν ἐπὶ προσώπου τῆς γῆς ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
6:32καὶ πᾶς ἀλλότριος ὅς οὐκ ἐκ τοῦ λαοῦ Ἰσραήλ ἐστιν αὐτός, καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χεῖρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλόν, καὶ ἔλ. θωσιν καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον,
6:33καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐὰν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου, καὶ τοῦ φοβεῖσθαί σε ὡς ὁ λαός σου Ἰσραήλ, καὶ τοῦ γνῶναι ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπὶ τὸν οἶκον τοῦτον ὃν οἰκοδόμησα.
6:34ἐὸν δὲ ἐξέλθῃ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ἦ ἀποστελεῖς αὐτούς, καὶ προσεύξονται πρὸς σὲ κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης ἣν ἐξελέξω ἐν αὐτῇ καὶ οἴκου οὗ οἰκοδόμηκα τῷ ὀνόματί σου,
6:35καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν, καὶ ποιήσεις τὸ δικαίωμα αὐτῶν.
6:36ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔσται ἄνθρωπος ὀς οὐχ ἁμαρτήσεται, καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν, καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἡ ἐγγύς,
6:37καὶ ἐπιστρέψωσιν καρδίαν αὐτῶν ἐν τῇ γῆ αὐτῶν οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσιν καὶ δεηθῶσίν σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν λέγοντες Ἰμάρτομεν, ἡδίκήσαμεν, ἠνομήσαμεν,
6:38καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτούς, καὶ προσεύξονται ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν καὶ τῆς πόλεως ἧς ἐξελέξω καὶ τοῦ οἵκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
6:39καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν, καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτόντι σοι.
6:40νῦν, Κύριε, ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι καὶ τὰ ὦτά σου ἐπήκοα εἰς τὴν δέησιν τοῦ τόπου τούτου.
6:41καὶ νῦν ἀνάστηθι, Κύριε ὁ θεός, εἰς τὴν κατάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου. ἱερεῖς σου, Κύριε ὁ θεός, ἐνδύσαιντο σαοτηρίαν, καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς.
6:42Κύριε ὁ θεός, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, μνήσθητι τὰ ἐλέη Δαυεὶδ τοῦ δούλου σου.

Provenance

L0 witness

title
II Chronicles 6 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 6; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Chronicles/06.greek.swete.L0.txt

Cite as:

II Chronicles 6 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 6; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-chronicles/06.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.