II Chronicles 9 (Greek, Swete)

Bible/Old Testament · II Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

31 lines · a line number is a link to itself
refL0 witness
9:1Καὶ βασίλισσα Σαβὰ ἤκουσεν τὸ ὄνομα Σαλωμών, καὶ ἥλθεν τοῦ πειράσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς Ἰερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλῆθος καὶ λίθον τίμιον· καὶ ἦλθεν πρὸς Σαλωμὼν καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα ὅσα ἐν τῇ ψυχῇ αὐτῆς.
9:2καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς, καὶ οὐ παρῆλθεν λόγος ἀπὸ Σαλωμῶν, λόγος ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.
9:3καὶ εἶδεν βασίλισσα Σαβὰ τὴν σοφίαν Σαλωμὼν καὶ τὸν οἶκον ὃν οἰκοδόμησεν,
9:4καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ, καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόων αὐτοῦ, καὶ στολισμὸν αὐτῶν, καὶ τὰ ὁλοκαυτώματα ἃ ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.
9:5καὶ εἶπεν πρὸς τὸν βασιλέα Ἀληθινὸς ὁ λόγος ὁν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου.
9:6καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις ἕως οδ ὅλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου· προσέθηκας ἐπὶ τὴν ἀκοὴν ἣν ἤκουσα.
9:7μακάριοι οἱ ἄνδρες, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες σοι διὰ παντός, καὶ ἀκοῦουσιν σοφίαν σου.
9:8ἔστω Κύριος ὁ θεός σου ηὐλογημένος ὅς ἠθέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα τῷ κυρίῳ θεῷ σου· ἐν τῷ ἀγαπῆσαι Κύριου τὸν θεόν σου τὸν Ἰσραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα, καὶ ἔδωκέν σε ἐπʼ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.
9:9καὶ ἔδωκεν τῷ βασιλεῖ ἑκατὸν εἶκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα ἅ ἔδωκεν βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.
9:10καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Κειρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφεὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον.
9:11καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως, καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὥφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ἰούδα.
9:12καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκεν τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς ἃ ἥτησεν, ἐκτὸς πάντων ὡν ἤνεγκεν τῷ βασιλεῖ Σαλωμςών· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.
9:13Καὶ ἣν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἐξήκοντα ἔξ τάλαντα χρυσίου,
9:14πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμέναον καὶ τῶν ἐμπορευομένων ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπὰῶν τῆς γῆς, ἔφερον χρυσίον καὶ ἀργύριρν τῷ βασιλεῖ Σαλωμὼν.
9:15καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ τῷ ἑνὶ θυρεῷ, ἐξακόσωωι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν·
9:16καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λβάνου.
9:17καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν, καὶ κατεχρύσωσευ αὐτὸν χρυσίῳ δοκίμῳ.
9:18καὶ ἴξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ, καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας.
9:19καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἵξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐκ ἐγενήθη οὕταmυς ἐν πάσῃ τῇ βασιλείᾳ.
9:20καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμὼν χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα· οὐκ ἤν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμὼν εἰς οὐθέν.
9:21ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσεὶς μετὰ τῶν παίδων Κειράμ· ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσεὶς τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων.
9:22καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπέρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ.
9:23καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ ἧς ἔδωκεν ὁ θεὸς ἐν καρδίᾳ αὐτοῦ.
9:24καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατʼ ἐνιαυτὸν ἐνιαυτόν.
9:25καὶ ἤσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἄρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τῶν ἀρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ.
9:26καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
9:27καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
9:28καὶ ἡ ἔξοδος τῶν ?ἵππων εξ Αἰγύπτου τῶν Σαλωμὼν καὶ ἐκ πάσης τῆς γῆς.
9:29Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμῶν οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ τῶν λόγων Ναθὰν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Ἀχειὰ τοῦ Σηλωνείτου καὶ ἐν ταῖς ὁράσεσιν Ἰωήλ τοῦ ὁρῶντος περὶ Ἰεροβοὰμ υἱοῦ Ναβάτ.
9:30καὶ ἐβασίλευσεν Σαλωμὼν ὁ βασιλεὺς ἐπὶ πάντα Ἰσραὴλ τεσσεράκοντα ἔτη.
9:31καὶ ἐκοιμήθη Σαλωμών, καὶ ἔθαψαν αὐτὸν ἐν πολει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Provenance

L0 witness

title
II Chronicles 9 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Chronicles/09.greek.swete.L0.txt

Cite as:

II Chronicles 9 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-chronicles/09.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.