II Chronicles 18 (Greek, Swete)

Bible/Old Testament · II Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 18; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

34 lines · a line number is a link to itself
refL0 witness
18:1Καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.
18:2καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν, καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετʼ αὐτοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδείτιδος.
18:3καὶ εἶπεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Πορεύσῃ μετʼ ἐμοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδείτιδος; καὶ εἶπεν αὐτῷ Ὡς ἐγώ, οὕτως καὶ σύ· ὡς ὁ λαός μου, καὶ ὁ λαός σου μετὰ σοῦ εἰς πόλεμον.
18:4καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ Ζήτησον δὴ σήμερον τὸν κύριον.
18:5καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς Εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω ; καὶ εἶπαν Ἀνάβαινε, καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.
18:6καὶ εἶπεν Ἰωσαφάτ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρʼ αὐτοῦ;
18:7καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Ἔτι ἀνὴρ εἰς τοῦ ζητῆσαι τὸν κύριον δι αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μειχαίας υἱὸς Ἰεμαάς. καὶ εἶπεν Ἰωσαφάτ Μὴ λαλείτω ὁ βασιλεὺς οὕτως.
18:8καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπεν Ἰάχος Μειχαίαν υἱὸν Ἰεμαά.
18:9καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν.
18:10καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χανὰαν κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ.
18:11καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ῥαμὼθ Γαλαὰδ, καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.
18:12καὶ ὁ ἅγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μειχαίαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.
18:13καὶ εἶπεν Μειχαίας Ζῆ Κύριος ὅτι ὁ ἐὰν εἴπῃ ὁ θεὸς πρὸς μέ, αὐτὸ λαλήσω.
18:14καὶ ἦλθεν πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Μειχαία, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω ; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσεις· καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.
18:15καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πσάκις ὁρκίζω σε ἴνα μὴ λαλήσῃς πρὸς μὲ πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;
18:16καὶ εἶπεν Εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἶς οὐκ ἔστιν ποιμήν· καὶ εἶπεν Κύριος Οὐκ ἔχουσιν ἡγούμενον, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
18:17καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθὰ ἀλλ ἢ κακά;
18:18καὶ εἶπεν Οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου. εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.
18:19καὶ εἶπεν Κύριος Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαὰδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος εἶπεν οὕτως.
18:20καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν Κύριος Ἐν τίνι;
18:21καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδές ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις, δυνήσῃ· ἔξελθε καὶ ποίησον οὕτως.
18:22καὶ νῦν ἰδοὺ ἔδωκεν Κύριος πνεῦμα ψευδές ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σέ κακά.
18:23καὶ ἤγγισεν Σεδεκίας υἱὸς Χανὰαν καὶ ἐπάταξεν τὸν Μειχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ Ποίᾳ τῇ ὁδῷ πνεῦμα παρʼ ἐμοῦ πνεῦμα πρὸς σέ, πνεῖμα Κυρίου παρ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ;
18:24καὶ εἶπεν Μειχαίας Ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· εἰσελεύσεται ταμεῖον ἐκ ταμείου τοῦ κατακρυβῆναι.
18:25καὶ εἶπεν βασιλεὺς Ἰσραήλ Λάβετε τὸν Μειχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ἰωασὰ ἄρχοντα υἱὸν τοῦ βασιλέως,
18:26καὶ ἐρεῖς Οὕτως εἶπεν ὁ βασιλεὺς Ἀποθέσθαι τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
18:27καὶ εἶπεν Μειχαίας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν Κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες.
18:28Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς Ῥαμὼθ Γαλαὰδ.
18:29καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
18:30καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετʼ αὐτοῦ λέγων Μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν ἀλλ᾿ ἢ τὸν βασιλέα Ἰσραὴλ μόνον.
18:31καὶ ἐγένετο ὡς εἶδου οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφάτ, καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ἰσραήλ ἐστιν, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπʼ αὐτοῦ.
18:32καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραήλ, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ.
18:33καὶ ἀνὴρ ἔτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος· καὶ εἶπεν τῷ ἡνιόχῳ Ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.
18:34καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἄρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας, καὶ ἀπέθανεν δύναντος τοῦ ἡλίου.

Provenance

L0 witness

title
II Chronicles 18 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 18; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Chronicles/18.greek.swete.L0.txt

Cite as:

II Chronicles 18 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 18; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-chronicles/18.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.