II Chronicles 25 (Greek, Swete)

Bible/Old Testament · II Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 25; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

28 lines · a line number is a link to itself
refL0 witness
25:1Ὤν πέντε καὶ εἵκοσι ἐτῶν ἐβασίλευσεν Ἀμασείας, καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωναὰ ἀπὸ Ἰερουσαλήμ.
25:2καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλʼ οὐκ ἐν καρδίᾳ πλήρει.
25:3καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ.
25:4καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν, κατὰ τὴν διαθήκην τοῦ νόμου Κυρίου καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπέρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπέρ πατέρων, ἀλλʼ ; ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.
25:5Καὶ συνήγαγεν Ἀμασείας τὸν οἶκον Ἰούδα, καὶ ἀνέστησεν αὐτοὺς κατʼ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους παντὶ Ἰούδᾳ καὶ Ἰερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας, δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον, ρατοῦντας δόρυ καὶ θυρεόν.
25:6καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας, δυνατοὺς ἰσχύι, ἑκατὸν ταλάντων ἀργυρίου.
25:7καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ἰσραήλ, ὅτι οὐκ ἔστιν Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν ἱῶν Ἐφράιμ.
25:8ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶν παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι
25:9καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ θεοῦ Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἂ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ἔστιν τῷ κυρίῳ δοῦναίσοι πλεῖστα τούτων.
25:10καὶ διεχώρισεν Ἀμασείας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφράιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν· καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ἰούδαν, καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ἀργῇ θυμοῦ.
25:11καὶ Ἀμασείας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν, καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ δέκα χιλιάδας.
25:12καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα, καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ, καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.
25:13καὶ υἱοὶ τῆς δυνάμεως οὓς ἀπέστρεψεν Ἀμασείας τοῦ μὴ εὺρεθῆναι μετʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ἰούδα ἀπὸ Σαμαρείας ἕως Βαιθώρων, καὶ ἐπάταξεν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσεν σκῦλα πολλά.
25:14Καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Ἀμασείαν πατάξαντος τὴν Ἰδουμαίαν, καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηείρ, καὶ ἔστησεν αὐτοὺς αὐτῷ εἰς θεούς, καὶ ἔστησεν ἐναντίον αὐτῶν προσκυνεῖν, καὶ αὐτὸς αὐτοῖς ἔθυεν.
25:15καὶ ἐγένετο ἀργὴ Κυρίου ἐπὶ Ἀμάσειαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου;
25:16καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ, καὶ εἶπεν αὐτῷ Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης, καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.
25:17Καὶ ἐβουλεύσατο Ἀμασείας.
25:18καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμάσειαν βασιλέα Ἰούδα λέγων χοζεὶ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα, καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν ἁχούχ.
25:19εἶπας Ἰδοὺ ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα· νῦν κάθησο ἐν οἴκῳ σου, καὶ ἴνα τί συμβάλλεις ἐν κακίᾳ, καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;
25:20καὶ οὐκ ἤκουσεν Ἀμασείας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας. ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ἰδουμαίων.
25:21καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασείας βασιλεὺς Ἰούδα ἐν Βαιθσάμυς ἥ ἐστιν τοῦ Ἰούδα.
25:22καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα.
25:23καὶ τὸν Ἀμάσειαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσάμυς, καὶ εἰσήγαγεν αὐτοὺς εἰς Ἰερουσαλήμ, καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἰερουσαλὴμ ἀπὸ πύλης Ἐφράιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις.
25:24καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἵκῳ Κυρίου καὶ παρὰ τῷ Ἰαβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.
25:25Καὶ ἔζησεν Ἀμασείας ὁ τοῦ Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωὰς βασιλέα Ἰσραὴλ ἔτη δέκα πέντε.
25:26καὶ οἱ λοιποὶ λόγοι Ἀμασείου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου Ἰούδα καὶ Ἰσραήλ;
25:27καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Ἀμασείας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἰερουσαλὴμ εἰς Λαχείς· καὶ ἀπέστειλεν κατόπισθεν αὐτοῦ εἰς Λαχείς, καὶ ἐθανάτωσεν αὐτὸν ἐκεῖ
25:28καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ.

Provenance

L0 witness

title
II Chronicles 25 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 25; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Chronicles/25.greek.swete.L0.txt

Cite as:

II Chronicles 25 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 25; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-chronicles/25.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.