Source and licence
share: attributiongreekSource: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
The text
36 lines · a line number is a link to itself| ref | L0 witness |
|---|---|
| 1:1 | A ΤΟΙΣ ἀδελφοῖς τοῖς κατʼ Αἴγυπτον Ἰουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ἰεροσολύμοις Ἰουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας. εἰρήνην ἀγαθήν· |
| 1:2 | καὶ ἀγαθοποιῆσαι ὑμῖν ὁ θεός, καὶ μνησθῆναι τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν. |
| 1:3 | καὶ δώῃ ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ· |
| 1:4 | καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν, καὶ εἰρήνην ποιήσαι |
| 1:5 | καὶ ὑπακούσαι ὑμῶν τῶν δεήσεων, καὶ καταλλαγείη ὑμῖν, καὶ μὴ ὑμᾶς ἐγκαταλείποι ἐν καιρῷ πονηρῷ. |
| 1:6 | Καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν. |
| 1:7 | βασιλεύοντος Δημητρίου, ἔτους ἐκατοστοῦ ἑξηκοστοῦ ἐνάτου, ἡμεῖς οἱ Ἰουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῆ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις, ἀφʼ οὖ ἀπέστη Ἰάσων καὶ οἱ μετ᾿ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας· |
| 1:8 | καὶ ἐνεπύρισαν τὸν πυλῶνα, καὶ ἐξέχεαν ἀἷμα ἀθῷον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν· προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν, καὶ ἐξηγάγομεν τοὺς λύχνους, καὶ προεθήκαμεν τοὺς ἄρτους. |
| 1:9 | καὶ νῦν ἴνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελεὺ μηνός. |
| 1:10 | ἔτους ὀγδοηκοστοῦ καὶ ὀγδόου ἐν Ἰεροσολύμοις. Καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ γερουσία καὶ Ἰούδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ἰουδαίοις, χαίρειν καὶ ὑγιαίνειν. |
| 1:11 | ἐκ μεγάλων κιωδύνων ὑπὸ τοῦ θεοῦ σεσωσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ, ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι. |
| 1:12 | αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παρατασσομένους ἐν τῇ ἁγίᾳ πόλει εἰς τὴν Περσίδα. |
| 1:13 | γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις, κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων. |
| 1:14 | ὡς γὰρ συνοικῶν αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι, χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον· |
| 1:15 | καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου, κἀκείνου προσελθόντος μετʼ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος, |
| 1:16 | ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν, βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα, καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς τοῖς ἔξω παραρίψαντες. |
| 1:17 | κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς ἔδωκεν τοὺς ἀσεβήσαντας. |
| 1:18 | Μέλλοντεςς ἅγειν ἐν τῷ Κασελεὺ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ, δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἴνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμίας, ὁ οἰκοδομήσας τότε τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον, ἀνήνεγκεν θυσίας. |
| 1:19 | καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἥγοντο ἡμῶν οἱ πατέρες, οἵ τε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως, κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο, ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον. |
| 1:20 | διελθόντων δέ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμίας ἀπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ. |
| 1:21 | ὡς διεσάφισαν ἡμῖν μὴ εὑρηκέναι πῦρ ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν· ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμίας ἐπιρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα. |
| 1:22 | ὡς δὲ ἐγένετο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη, ὥστε θαυμάσαι πάντας. |
| 1:23 | προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ἰωνάθου τῶν τε λοιπῶν ἐπιφωνούντων, ὡς Νεεμίου. |
| 1:24 | ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ὁ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός, |
| 1:25 | ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασώζων τὸν Ἰσραὴλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτούς, καὶ ἁγιάσας αὐτοὺς· |
| 1:26 | πρόσδεξαι τὴν θυσίαν ὑπέρ παντὸς τοῦ λαοῦ σου Ἰσραήλ, καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον. |
| 1:27 | ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔφιδε· καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ ὁ θεὸς ἡμῶν. |
| 1:28 | βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανία· |
| 1:29 | καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωσῆς. |
| 1:30 | Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους. |
| 1:31 | καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμίας ἐκέλευσεν λίθους μείζονας καταχεῖν. |
| 1:32 | ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη. |
| 1:33 | ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρῆγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς τὸ ὕδωρ ἐφάνη, ἀφʼ οὖ καὶ οἱ περὶ τὸν Νεεμίαν ἥγνισαν τὰς θυσίας, |
| 1:34 | περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν, δοκιμάσας τὸ πρᾶγμα· |
| 1:35 | καὶ οἷς ὁ βασιλεὺς πολλὰ διάφορα ἐλάμβανεν, καὶ μετεδίδου. |
| 1:36 | προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμίαν τοῦτο Νεφθάρ, ὁ διερμηνεύεται Καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς Νεφθάρ. |
Provenance
- title
- II Maccabees 1 (Greek, Swete)
- dialect
- greek
- source
- Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
- licence
- CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
- share
- attribution
- attribution
- Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
- file
- Bible/Old Testament/II Maccabees/01.greek.swete.L0.txt
L0 witness
Cite as:
II Maccabees 1 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-maccabees/01.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
What the layers are
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
The Kemetic alphabet, generated by code from L1.
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.