II Maccabees 5 (Greek, Swete)

Bible/Old Testament · II Maccabees · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Maccabees 5; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

27 lines · a line number is a link to itself
refL0 witness
5:1Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἄφοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο.
5:2συνέβη δὲ καθʼ ὅλην τὴν πόλιν σχεδὸν ἐφʼ ἡμέρας τεσσεράκοντα φαίνεσθαι διὰ τῶν ἀέρων τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας, καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους,
5:3καὶ μαχαιρῶν σπασμούς, καὶ εἴλας ἵππων διατεταγμένας, καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέραων, καὶ ἀσπίδων κινήσεις, καὶ καμάτων πλήθη, καὶ βελῶν βολάς, καὶ χρυσέων κόσμων ἐκλάμψεις, καὶ παντοίους θωρακισμούς.
5:4διὸ πάντες ἠξίουν ἐπʼ ἀγαθῷ τὴν ἐπιφανίαν γεγενῆσθαι.
5:5Γενομένης δὲ λάλας ψευδοῦς, ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον, παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων, ἐφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων, καὶ τέλος ἤδη κταταλαμβανομένης τῆς πόλεως, ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευκεν.
5:6ὁ δὲ Ἰάσων ἐποιεῖτο σφαγὰς τῆς πόλεως τῶν ἰδίων ἀφειδῶς, οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην, δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι.
5:7τῆς μέν ἀρχῆς οὐκ ἐκράτησεν, τὸ δέ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβών, φυγὰς πάλιν εἰς τὴν Ἀμμανῖτιν παρῆλθεν.
5:8πέρας οὖν κακῆς καταστροφῆς ἔτυχεν, ἐγκλεισθεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον, πόλιν ἐκ πόλεως φεύγων, διωκόμενος ὑπὸ πάντων, στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος, εἰς Αἴγυπτον ἐξεβράσθη.
5:9ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο, πρὸς Λακεδαιμονίους ἀναχθείς, ὡς διὰ τὴν συγγενίαν τευξόμενος σκέπης·
5:10καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη, καὶ κηδίας οὐδ’ ἥστινος οὔτε πατρῴου νόμου μετέσχεν.
5:11Προσπεσόντων δέ τῷ βασιλεῖ περὶ τῶν γεγονότων, διέλαβεν ἀποστάτιν τὴν Ἰουδαίαν· ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ, ἔλαβεν τὴν μέν πόλιν δοριάλωτον.
5:12καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐνπίπτοντας, καὶ τοὺς ἐν ταῖς οἰκίαις ἀναβαίνοντας κατασφάζειν.
5:13ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις, ἀνήβων τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμός, παρθένων τε καὶ νηπίων σφαγαί.
5:14ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν, τέσσαρες μέν ἐν χεῖρῶν νόμοις, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν.
5:15οὐκ ἄρκεσθεὶς δέ τούτοις, κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν, ὁδηγὸν ἔχων τὸν Μενέλαον, τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα,
5:16καὶ ταῖς μιεραις χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων, καὶ τὰ ὑπὸ πολλῶν βασιλέων ἀνασταθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμήν, ταῖς βεβήλοις χερσὶν συνσύρων.
5:17καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος, οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις.
5:18εἰ δέ μὴ συνέβη προσενέχεσθαι πολλοῖς ἁμαρτήμασιν, καθάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκέψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους.
5:19ἀλλʼ οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο.
5:20διόπερ καὶ αὐτὸς ὁ τόπος συνμετασχῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων, ὕστερον εὐεργετημάτων ἐκοινώνησεν· καὶ ὁ καταληφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ, πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη.
5:21Ὁ οὖν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιοχίαν ἐχωρίσθη, οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μέν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι, διὰ τὸν μετεωρισμὸν τῆς καρδίας.
5:22κατέλειπεν δέ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μέν Ἰεροσολύμοις Φίλιππον τὸ μέν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος·
5:23ἐν δὲ Γαριζεὶν Ἀνδρόνικον· πρὸς δὲ τούτοις Μενέλαος χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας Ἰουδαίους ἔχων διάθεσιν.
5:24ἔπεμψεν δὲ τὸν μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δέ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν.
5:25οὗτος δὲ παραγενόμενος εἰς Ἰεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθείς, ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου· καὶ λαβὼν ἀργοῦντας τοὺς Ἰουδαίους τοῖς ὑφʼ ἑαυτὸν ἐξοπλισίαν παρήγγειλεν,
5:26καὶ τοὺς ἐλθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν, καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστησεν πλήθη.
5:27Ἰούδας δὲ ὁ καὶ Μακκαβαῖος, δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας, ἐν τοῖς ὄρεσιν θηρίων τρόπον διέζη σὺν τοῖς μετʼ αὐτοῦ· καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν, πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ.

Provenance

L0 witness

title
II Maccabees 5 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Maccabees 5; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Maccabees/05.greek.swete.L0.txt

Cite as:

II Maccabees 5 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Maccabees 5; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-maccabees/05.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.