II Samuel 7 (Greek, Swete)

Bible/Old Testament · II Samuel · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

29 lines · a line number is a link to itself
refL0 witness
7:1Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ,
7:2καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθὰν τὸν προφήτην Ιδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.
7:3καὶ εἶπεν Ναθὰν πρὸς τὸν βασιλέα Πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι κύριος μετὰ σοῦ.
7:4Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ναθὰν λέγων
7:5Πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυείδ τάδε λέγει Κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με.
7:6ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ’ ἧς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐνπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ.
7:7ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραὴλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;
7:8καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυείδ τάδε λέγει κύριος Παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ἰσραήλ,
7:9καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
7:10καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾿ σεῖ καθ’ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει οὐκέτι υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς,
7:11άπὸ τῶν ἡμερὼν ὧν ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.
7:12καὶ ἔσται ἐᾶν πληρωθῶσιν αἱ ἡμέραι σου μέτα τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ.
7:13αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.
7:14ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων,
7:15τὸ δὲ ἔλεος οὐκ ἀποστήσω ἀπ’. αὐτοῦ καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα ἐκ προσώπου μου.
7:16καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα,
7:17κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθὰν πρὸς Δαυείδ.
7:18Καὶ εἰσῆλθεν ὁ βασιλεὺς ΔΑυεὶδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου, καὶ εἶπεν τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἰκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων ;
7:19καὶ κατεσμικρύνθην μικρὸν ἐνώπιόν σου, κύριέ καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν. οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου Κύριε.
7:20καὶ τί προσθήσει Δαυεὶδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριε.
7:21διὰ τὸν δοῦλὸν σου πεποίηκας· καὶ κατὰ τὴν καρδίαν σου πᾶσαν τὴν μεγαλωσύνην ταύτην, γνωρίσαι τῷ δούλῳ σου,
7:22ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριε κύριέ μου· ὅτι οὐκ ἔστιν ὡς σύ, καὶ οὐκ θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.
7:23καὶ τίς ὡς λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ ; ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαόν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα ;
7:24καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ λαὸν ἕως αἰῶνος, σύ, Κύριε, ἐγένου αὐτοῖς εἰς θεόν.
7:25καὶ νῦν, κύριέ μου, ῥῆμα ὃ περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε Παντοκράτωρ, θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας
7:26μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος.
7:27Κύπιε Παντοκράτωρ, θεὸς Ἰσραήλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην.
7:28καὶ νῦν,κύριέ μου Κύριε, σὺ εἶ ὁθεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα.
7:29καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα. ἐνώπιόν σου· ὅτι σύ εἶ, κύριέ μου Κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα.

Provenance

L0 witness

title
II Samuel 7 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Samuel/07.greek.swete.L0.txt

Cite as:

II Samuel 7 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-samuel/07.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.