II Samuel 18 (Greek, Swete)

Bible/Old Testament · II Samuel · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 18; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

33 lines · a line number is a link to itself
refL0 witness
18:1Καὶ ἐπεσκέψατο Δαυεὶδ τὸν λαὸν τὸν μετ’ αὐτοῦ, καὶ κατέστησεν ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους.
18:2καὶ ἀπέστειλεν Δαυεὶδ τὸν λαὸν τὸ τρίτον ἐν χειρὶ Ἰωάβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβειςὰ υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωάβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθθεὶ τοῦ Ι’εθθαίου· καὶ εἶπεν Δαυεὲδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ ὑμῶν.
18:3καὶ εἶπαν Οὐκ ἐξελεύςῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεὶς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἐσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βονθεῖν.
18:4καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς Ὅ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν ποιήσω· καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τὴς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.
18:5καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεισὰ καὶ τῷ Ἐθθεὶ λέγων Φείσασθέ μου τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἥκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἅρχουσιν ὑπὲρ Ἀβεσσαλώμ.
18:6καὶ ἐξὴλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ἰσραήλ· καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφράιμ.
18:7καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δανείδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.
18:8καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γὴς· καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὔς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
18:9καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυείδ· καὶ Ἀβεσσαλὼμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί· καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν.
18:10καὶ δἶδεν ἀνὴρ εἶς καὶ ἀνἠγγειλεν Ἰωὰβ καὶ εἶπεν Ἰδοὺ ἑόρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυί.
18:11καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας· τί ὄτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γὴν ; καὶ ἐγὼ ἄν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.
18:12εἶπεν δὲ ὁ άνὴρ πρὸς Ἰωάβ Καὶ ἐγώ εἰμι ἴστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω χεὶρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως· ὄτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ Ἀβειςὰ καὶ τῷ Ἐθθεὶ λέγων φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλώμ,
18:13μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ αδικον· καὶ πᾶς ὁ λόγος οὐ λλήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήςῃ ἐξ ἐναντίας.
18:14καὶ εἶπεν Ἰωάβ Τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνέπηξαν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλώμ, ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρύος.
18:15καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωάβ, καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν.
18:16καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσρήλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ.
18:17καὶ ἔλαβεν τὸν Ἀβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν, καὶ ἐστήλωσεν ἐπ’ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα· καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.
18:18καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν καὶ ἐστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾖ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβ εῖν, τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνησαι το ὄνομα αὐτοῦ· καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Ἀβεσσαλὼμ ἕως τῆς ἡμέρας ταυτης.
18:19Καὶ Ἀχειμάας υἱὸς Σαδὼκ εἶπεν Δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.
18:20καὶ εἶπεν αὐτῷ Ἰωάβ Οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ· ἐν δὲ τῇ ἡμέρᾳ ταύτη οὐκ εὐαγγελιῇ, οὖ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανεν.
18:21καὶ εἶπεν Ἰωὰβ τῷ Χουσεί Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησεν Χουσεὶ τῷ Ἰωὰβ καὶ ἐξῆλθεν.
18:22καὶ προσέθετο ἔτι Ἀχειμάας υἱὸς σαδὼκ καὶ εἶπεν προς Ἰωάβ Καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσεί· καὶ εἶπεν Ἰωάβ Ἵνα τί τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφελίαν πορευομένῳ.
18:23καὶ εἶπεν Τί γὰρ ἐὰν δραμοῦμαι; καὶ εἶπεν αὐτῷ Ἰωάβ Δράμε· καὶ ἔδραμεν Ἀχειμάας ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσεί.
18:24καὶ Δαυεὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν· καὶ ἐπορεύθη ὁ σκοος εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος, καὶ ἐπῆρεν τοῦς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν, καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ.
18:25καὶ ἀνεβόησεν ὁ σκοος καὶ ἀπήγγειλεν τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς Εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
18:26καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρεχων μόνος· καὶ εἶπεν ὁ βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος.
18:27καὶ εἶπεν ὁ σκοπός Ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχειμάας υἱοῦ Σαδώκ· καὶ εἶπεν ὁ βασιλεύς Ἀνὴρ ἀγαθὸς οὗτος, καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.
18:28καὶ ἐβόησεν Ἀχειμάας καὶ εἶπεν πρὸς τὸν βασιλέα Εἰρήνη· καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν Εὐλογητὸς Κύριος ὁ θεός σου ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
18:29καὶ εἶπεν ὁ βασιλεύς Εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Ἀχειμάας Εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.
18:30καὶ εἶπεν ὁ βασιλεύς Ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη.
18:31καὶ ἰδοὺ ὁ Χουσεὶ παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέν σοι Κύριος σήμερον ἐκ χειρὸςν πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
18:32καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσεί Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσεί Γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὺ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπ’ αὐτὸν εἰς κακά.
18:33καὶ ἐταράχθη ὁ βασιλεύς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν Υἱέ μου υἱέ μου Ἀβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, Ἀβεσσαλὼμ υἱέ μου υἱέ μου.

Provenance

L0 witness

title
II Samuel 18 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 18; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Samuel/18.greek.swete.L0.txt

Cite as:

II Samuel 18 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 18; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-samuel/18.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.