III Maccabees 1 (Greek, Swete)

Bible/Old Testament · III Maccabees · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; III Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

29 lines · a line number is a link to itself
refL0 witness
1:1Ο ΔΕ Φιλοπάτωρ παρὰ τῶν ἀνακομισθέντων μαθὼν τὴν γινομένην τῶν ἐπʼ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου, παραγγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς καὶ ἱππικαῖς, καὶ τὴν ἀδελφὴν Ἀρσινόην συνπαραλαβών, ἐξώρμησεν μέχρι τῶν κατὰ Ῥαφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον.
1:2Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθείς, παραλαβὼν τῶν προυποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαικῶν τὰ κράτιστα, διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνήν, ὡς μόνος κτεῖναι αὐτόν, καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον.
1:3τοῦτον δὲ διάγων Δωσίθεος ὁ Δριμύλου λεγόμενος, τὸ γένος Ἰουδαῖος, ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος, ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ, ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν.
1:4γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν πραγμάτων μᾶλλον ἐρρωμένων τῷ Ἀντιόχῳ, ἱκανῶς ἡ Ἀρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων, τοὺς πλοκάμους λελυμένη, βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ ταῖς γυναιξὶν θαρραλέως, ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου·
1:5καὶ οὕτως συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρῆναι, πολλοὺς δὲ καὶ δοριαλώτους συλλημφθῆναι.
1:6κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινεν τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι.
1:7ποιήσας δὲ τοῦτο, καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας, εὐθαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησεν.
1:8Τῶν δὲ Ἰουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιοῦντας καὶ ἐπὶ τοῖς συμβεβηκόσιν χαρησομένους, συνέβη μᾶλλον αὐτὸν προθυμηθῆναι, ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι.
1:9διακομισθεὶς δὲ εἰς Ἰεροσόλυμα, καὶ θύσας τῷ πιστῷ θεῷ καὶ χάριτας ἀποδιδοὺς καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας, καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τῇ σπουδαιότητι καὶ εὐσεβείᾳ καταπληγείς,
1:10θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν, ἐνεθυμήθη βουλεύσασθαι εἰς τὸν ναὸν εἰσελθεῖν.
1:11τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο, διὰ τὸ μηδὲ τοῖς ἔθνεσιν εἰσιέναι, μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν, ἀλλʼ ἢ μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ κατʼ ἐνιαυτὸν ἅπαξ, ὁ δὲ οὐδαμῶς ἐπείθετο.
1:12τοῦ τε νόμου παραναγνωσθέντος, οὐδ᾿ ὣς ἀπέλειπεν προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν, λέγων Καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ δὲ οὐ δεῖ.
1:13καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν αὐτὸν εἰσερχόμενον εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων.
1:14καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι·
1:15γινομένου δέ, φησίν, τούτου, διὰ τίνα αἰτίαν οὐχὶ πάντων εἰσελεύσεσθαι, καὶ θελόντων αὐτῶν καὶ μή;
1:16Τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προσπεσόντων, καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν, καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι, κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων,
1:17οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν, ἄδηλον τιθέμενοι τὸ γινόμενον.
1:18αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν· καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι, πού γε καὶ στεναγμῶν ἐνεμπίπλων τὰς πλατείας.
1:19αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι, τοὺς πρὸς ἅπαν νῦν διατεταγμένους καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι, δρόμον ἄτακτον συνίσταντο,
1:20τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατʼ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιὰς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο.
1:21ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέντων ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπʼ ἐκείνου κατεγχειρουμένοις.
1:22σύν τε τούτοις οἱ περὶ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου καὶ τὸ τῆς προθέσεως ἐκπληροῦν διανοουμένου·
1:23φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι, καὶ θαρραλέως ὑπὸ τοῦ πατρῴου νόμου τελευτᾷν, ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες, ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν.
1:24καὶ τὸ μὲν πλῆθος ὡς ἔμπροσθεν τούτοις ἀνεστρέφετο δεόμενον.
1:25οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης ἐπιβουλῆς.
1:26θρασυνθεὶς δὲ καὶ πάντας παραπέμψας ἤδη, καὶ πρόσβασιν ἤδη ἐποιεῖτο, τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ.
1:27ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι, μὴ περιιδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν.
1:28ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐνπόνου τῶν ὄχλων συναγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή·
1:29δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν, ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως.

Provenance

L0 witness

title
III Maccabees 1 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; III Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/III Maccabees/01.greek.swete.L0.txt

Cite as:

III Maccabees 1 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; III Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/iii-maccabees/01.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.