Isaiah 30 (Greek, Swete)

Bible/Old Testament · Isaiah · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Isaiah 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

33 lines · a line number is a link to itself
refL0 witness
30:1ὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος· ἐποιήσατε βουλὴν καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις·
30:2οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.
30:3ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἷς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ’ Αἴγυπτον ὄνειδος.
30:4ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί·
30:5μάτην κοπιάσουσιν πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἷς ὠφέλειαν, ἀλλὰ εἷς αἰσχύνην καὶ ὄνειδος. Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ.
30:6Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς. ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἷς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.
30:7Αἰγύπτιοi μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.
30:8νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἷς βιβλίον, ὅτι ἔσται εἷς ἡμέρας καιρῶν ταῦτα καὶ εἷς τὸν αἰῶνα.
30:9ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ,
30:10οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὸ. ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,
30:11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ’ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.
30:12διὰ τοῦτο οὕτως λέγει Κύριος ὃ ἅγιος τοῦ Ἰσραήλ Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,
30:13διὰ. τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα·
30:14καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγίου ὀστρακίνου, ἐκ κεραμίου λεπτόν, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾦ ἀποσυρεῖς ὕδωρ μικρόν.
30:15οὕτως λέγει Κύριος ὃ ἅγιος Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη.
30:16καὶ οὐκ ἐβούλεσθε ἀκούειν, ἀλλὰ εἴπατε Ἐφ’ ἵπποις φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε Ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὸ, τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.
30:17καὶ διὰ φωνὴν ἐνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἄν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὅρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.
30:18καὶ πάλιν μενεῖ ὃ θεὸς τοῦ οἱκτεικριτὴς ρῆσαι ὑμᾶς, καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι Κύριος ὃ θεὸς ἡμῶν ἐστιν· καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.
30:19Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· καὶ ἐλεήσει τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου.
30:20καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι οὐ μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἶ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,
30:21καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λήγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.
30:22καὶ ἐξαρεῖς τὰ εἴδωλα τὸ. περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.
30:23τότε ἔσται ὃ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὸ. κτήνη Τῆ ἡμέρᾳ. ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,
30:24οἱ ταῦροι ὑμῶν καὶ οἶ βόες οἶ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα.
30:25καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοί, καὶ ὅταν πέσωσιν πύργοι.
30:26καί ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον, ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.
30:27Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ, χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.
30:28καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήμψεται αὐτοὺς κατὰ, πρόσωπον αὐτῶν.
30:29μὴ διὰ. παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ, παντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἷς τὸν οἶκον τοῦ Κυρίου πρὸς τόν θεὸν τοῦ Ἰσραήλ;
30:30καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συνκαταφερομένη βία.
30:31διὰ γὰρ τὴν φωνὴν Κυρίου ἡττηθήσονται οἱ Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἄν πατάξῃ αὐτούς.
30:32καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.
30:33οὐ γὰρ σὺ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ < σοὶ > ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

Provenance

L0 witness

title
Isaiah 30 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Isaiah 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Isaiah/30.greek.swete.L0.txt

Cite as:

Isaiah 30 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Isaiah 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/isaiah/30.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.