IV Maccabees 1 (Greek, Swete)

Bible/Old Testament · IV Maccabees · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; IV Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

34 lines · a line number is a link to itself
refL0 witness
1:1ΦIΔΟΣOΦΩΤΑΤΟΝ λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, συμβουλεύσαιμʼ ἂν ὑμῖν ὀρθῶς ὅπως προθύμως προσέχητε τῇ φιλοσοφίᾳ.
1:2καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος, καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον.
1:3εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας·
1:4ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἶον κακοηθείας, καὶ τῶν τῆς ἀνδρίας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ πόνου καὶ φόβου.
1:5πῶς οὖν, ἴσως εἵποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν·
1:6οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ φρονήσεως ἐναντίων· καὶ τούτων, οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ᾿ ὥστε αὐτοῖς μὴ εἶξαι.
1:7Πολλαχόθεν μὲν οὗν καὶ ἀλλαχόθεν ἔχοιμʼ ἂν ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
1:8πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθείας τῶν ὑπέρ ἀρετὴν ἀποθανόντων, Ἐλεαζάρου τε καὶ ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός.
1:9ἄπαντες γὰρ οὗτοι τῶν ἕως θανάτου πόνων ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν ὁ λογισμός.
1:10τῶν μέν οὗν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπέρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας· τῶν δὲ τιμῶν μακαρίσαιμʼ ἄν.
1:11θαυμασθέντες γὰρ ἐκεῖνοι οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρίᾳ καὶ τῇ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα, νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ, ὥστε καθαρισθῆναι δι᾿ αὐτῶν τὴν πατρίδα.
1:12ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται, ἀρξαμένων τῆς ὑποθέσεως, ὅπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον, δόξαν διδοὺς τῷ πανσόφῳ θεῷ.
1:13Ζητοῦμεν δὴ τοίνυν, εἰ αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός.
1:14διακρίνωμεν δέ, τί ποτέ ἐστιν λογισμός, καὶ τί πάθος, καὶ πόσαι παθῶν εἰδέαι, καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός.
1:15λογισμὸς μέν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦ βίου προτιμῶν τὸν σοφίας λόγον.
1:16σοφία δὴ τοίνυν ἐστὶν γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. ¹⁷αὕτη δὴ τοίνυν ἐστὶν ἡ τοῦ νόμου παιδία, δι᾿ ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν.
1:18Τῆς δὲ σοφίας εἰδέαι καθεστᾶσιν φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρία καὶ σωφροσύνη.
1:19κυριωτάτη δὲ πάντων ἡ φρόνησις, ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ
1:20παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος· τούτων δὲ ἑκάτερον καὶ περὶ τὴν ψυχὴν πέφυκεν.
1:21πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσιν ἀκολουθίαι.
1:22πρὸ μὲν οὗν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονήν, χαρά.
1:23πρὸ δὲ τοῦ πόνου ἐστὶν φόβος· μετὰ δὲ τὸν πόνον, λύπη.
1:24θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὅτε αὐτῷ περιέπεσεν.
1:25ἐν δὲ τῇ ἡδονῇ ἐστιν καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων τῶν παθῶν οὖσα.
1:26κατὰ μέν ψυχῆς ἀλαζονία καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονεικία καὶ βασκανία·
1:27κατὰ δὲ τὸ σῶμα παντοφαγία καὶ λαιμαργία καὶ μονοφαγία.
1:28καθάπερ οὗν δυοῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου, πολλαὶ τούτων τῶν παθῶν εἰσιν παραφυάδες·
1:29ὦν ἕκαστος ὁ πανγέωργος λογισμὸς περικαθαίρων τε καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας.
1:30Ὁ γὰρ λογισμὸς τῶν μέν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δὲ παθῶν αὐτοκράτωρ. ἐπιθεώρει γε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ λογισμός.
1:31σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν.
1:32τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ σωματικαί καὶ τούτων ἀμφοτέρων ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται.
1:33ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφάς, ἀποτρεπόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν ὁ λογισμός ; ἐγὼ μέν οἶμαι.
1:34τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων, παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν.
1:35ἀντέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακαμπτόμενα· καὶ φιλοτιμοῦνται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ.

Provenance

L0 witness

title
IV Maccabees 1 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; IV Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/IV Maccabees/01.greek.swete.L0.txt

Cite as:

IV Maccabees 1 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; IV Maccabees 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/iv-maccabees/01.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.