Jeremiah 4 (Greek, Swete)

Bible/Old Testament · Jeremiah · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Jeremiah 4; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

31 lines · a line number is a link to itself
refL0 witness
4:1Ἐὰν ἐπιστραφῇ Ἰσραήλ, λέγει Κύριος, πρὸς μέ, ἐπιστραφήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου εὐλαβηθῇ,
4:2καὶ ὀμόσῃ Ζῇ Κύριος μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἰερουσαλήμ.
4:3ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπʼ ἀκάνθαις.
4:4περιτμήθητε τῷ θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμὸς αὐτοῦ καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.
4:5ἀναγγείλατε ἐν τῷ Ἰούδα, καὶ ἀκουσθήτω ἐν Ἰερουσαλήμ· εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξετε μέγα· εἴπατε Συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις,
4:6ἀναλαβόντες φεύγετε εἰς Σειὼν· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην.
4:7ἀνέβη λέων ἐκ μάνδρας αὐτοῦ, ἐξολεθρεύων ἔθνη ἐξῆρεν καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς.
4:8ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφʼ ὑμῶν.
4:9καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρα, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται καὶ οἱ προφῆται θαυμάσονται.
4:10καὶ εἶπα Ὦ δέσποτα Κύριε, ἀρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἰερουσαλήμ, λέγων Εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν;
4:11ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ἰερουσαλήμ Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδʼ εἰς ἅγιον.
4:12πνεῦμα πληρώσεως ἤξει μοι νῦν δὲ ἐγὼ λαλῶ κρίματα πρὸς αὐτούς.
4:13ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.
4:14ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἰερουσαλήμ, ἴνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;
4:15διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφράιμ.
4:16ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ἰερουσαλήμ Συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φῶνῆν αὐτῶν.
4:17ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπʼ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος
4:18αἵ ὀδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.
4:19Tῆν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχὴ μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχὴ μου, κραυγὴν πολέμου.
4:20καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπάρηκεν πᾶσα ἡ γῆ, ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ δέρρεις μου.
4:21ἕως πότε ὄψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων;
4:22διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ἦδεισαν· υἱοὶ ἐἄφρονές εἰσιν καὶ οὐ συνετοί, σοφοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δῷ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
4:23Ἐ ἔβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἣν τὰ φῶτα αὐτοῦ.
4:24τἶδον τὰ ὄρη καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους.
4:25ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἣν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο.
4:26χἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν.
4:27εάδε λέγει Κύριος Ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλεαν δὲ οὐ μὴ ποιήσαων.
4:28ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συνσκοτασάτκῳ ὁ οὐρανὸς ἄνωθεν· διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ῶρμησα καὶ οὐκ ἀποστρέψω ἀπʼ αὐτῆς.
4:29ἀπὸ φωνῆς ἱππέωως καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πᾶσα χάρα· εἰσέδυσαν εἰς τὰ σπήλαια, καὶ εἰς τὰ ἄλση ἐκρύβησαν, καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐνκατελείφθη, οὐ κατῴκει ἐν αὐταῖς ἄνθρωπος.
4:30καὶ σὺ τί ποιήσεις ἐὰν περιβαίη κόκκινον καὶ κοσμήσῃ κόσμψ χρυσῷ, ἐὰν ἐνχρίσῃ στίβι τοῖς ὀφθαλμοὺς σου; εἰς μiταιον ὁ ὡραισμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχὴν σου ζητοῦσιν.
4:31ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα τοῦ στεναγμοῦ σου, ὡς πρωτοτοκούσης· φωνὴ θυγατρὸς Σειών·ἐκλυθήσεται, καὶ παρήσει τὰς χεῖρας αὐτῆς Οἵμοι ἐγώ, ὅτι ἐκλείπει ἡ ψυχὴ μου ἐπὶ τοῖς ἀνῃρημένοις.

Provenance

L0 witness

title
Jeremiah 4 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Jeremiah 4; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Jeremiah/04.greek.swete.L0.txt

Cite as:

Jeremiah 4 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Jeremiah 4; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/jeremiah/04.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.