Jeremiah 31 (Greek, Swete)

Bible/Old Testament · Jeremiah · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Jeremiah 31; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

44 lines · a line number is a link to itself
refL0 witness
31:1Τῇ Μωάβ. Οὕτως εἶπεν Κύριος Οὐαὶ ἐπὶ Ναβαύ, ὅτι ὤλετο· ἐλήμφθη Καριαθέμ, ᾐσχύνθη Ἁμὰθ καὶ Ἁγάθ.
31:2οὐκ ἔστιν ἔτι ἰατρεία Μωάβ, ἀγαυρίαμα ἐν Ἑσεβών· ἐλογίσατο ἐπʼ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται. ὄπισθέν σου βαδιεῖται μάχαιρα,
31:3ὅτι φωνὴν κεκραγότων ἐξ Ὡρωνάιμ, ὄλεθρον καὶ σύντριμμα μέγα·
31:4συνετρίβη Μωάβ. ἀναγγείλατε εἰς Ζόγορα,
31:5ὅτι ἐπλήσθη Ἁλὼθ ἐν κλαυθμῷ. ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὡρωνάιμ, κραυγὴν συντρίμματος ἠκοὔσατε·
31:6φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν, καὶ θέσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ.
31:7ἐπειδὴ ἐπεποίθεις ἐν ἀχυρώμασίν σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικία, καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἄμα.
31:8καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολοθρευθήσεται ἡ πεδινή, καθὼς εἶπεν Κύριος.
31:9δότε σημεῖα τῇ Μωάβ, ὅτι ἁφῇ ἁρθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατου ἔσονται· πόθεν ἔνοικος αὐτῇ;
31:10ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ ἀφʼ αἵματος.
31:11ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ· οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεὺμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν.
31:12διὰ τοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶν Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν,
31:13καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς ὥσπερ καταισχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν, πεποιθότες ἐπʼ αὐτοῖς.
31:14πῶς ἐρεῖτε Ἰσχυροί ἐσμεν, καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά;
31:15ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν·
31:16ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα.
31:17κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ, πάντες ἔκδοτε ὄνομα αὐτοῦ· εἴπατε Πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος;
31:18κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη. Δαιβὼν ἐκτρίβεται, ὅτι ὤλετο Μωάβ· ἀνέβη εἰς σέ λυμαινόμενος ὀχύρωμά σου.
31:19ἐφ᾿ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν Ἀροήρ, καὶ ἐρώτησον φεύγοντα καὶ σωζόμενον καὶ εἰπόν Τί ἐγένετο;
31:20κατῃσχύνθη Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνὼν ὅτι ὤλετο Μωάβ,
31:21καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μεισὼρ ἐπὶ Χαιλὼν καὶ Ῥεφὰς καὶ Μωράς,
31:22καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαὺ καὶ ἐπʼ οἶκον Δαιβλαθάιμ,
31:23καὶ ἐπὶ Καριαθάιμ καὶ ἐπʼ οἶκον Γαιμὼλ καὶ ἐπʼ οἶκον Μαών,
31:24καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς.
31:25κατεάχθη κέρας Μωάβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη.
31:26μεθύσατε αὐτόν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ, καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός.
31:27καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι, Ἰσραήλ, καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν.
31:28κατέλιπον τὰς πόλεις καὶ ιᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ· ἐγενήθησαν ὥσπερ περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύυου.
31:29καὶ ἤκουσα ὕβριν Μωάβ, ὕβρισεν λίαν, ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ,
31:30ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτῷ οὐχ οὕτως ἐποίησεν;
31:31διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν· βοήσατε ἐπ᾿ ἄνδρας Κεὶρ Ἅδας αὐχμοῦ.
31:32ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Ωσερημά· κλήματά σου διῆλθεν θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν·
31:33συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβείτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωὶ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν αἵδε.
31:34ἀπὸ κραυγῆς Ἑσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν ἀπὸ Ζόγορ ἕως Ὡρωνάιμ καὶ ἀγγελίαν Σαλασειά, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται.
31:35καὶ ἀπολῶ τὸν Μωάβ, φησὶν Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ.
31:36διὰ τοῦτο καρδία τοῦ Μωὰβ ὥσπερ αὐλοὶ βομβήσουσιν, καρδία μου ἐπʼ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διά τοῦτο ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου.
31:37πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος.
31:38καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα, φησὶν Κύριος, ὡς ἀγγεῖον οὗ οὐκ ἔστιν χρεία αὐτοῦ.
31:39πῶς κατήλλαξεν; πῶς ἔστρεψεν νῶτον Μωάβ; ᾐσχύνθη, καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα καὶ ἐνκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς.
31:40ὅτι οὕτως εἶπεν Κύριος
31:41Ἐλήμφθη Ἀκκαρών, καὶ τά ὀχυρώματα συνελήμφθη,
31:42καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη.
31:43παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί, καθήμενος Μωάβ.
31:44ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐνπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου, συλλημφθήσεται ἐν τῇ παγίδι· ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

Provenance

L0 witness

title
Jeremiah 31 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Jeremiah 31; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Jeremiah/31.greek.swete.L0.txt

Cite as:

Jeremiah 31 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Jeremiah 31; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/jeremiah/31.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.