Source and licence
share: attributiongreekSource: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Joshua 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
The text
33 lines · a line number is a link to itself| ref | L0 witness |
|---|---|
| 9:1 | Ὡς δ’ ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῆ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ Ἀμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ἰεβουσαῖοι, |
| 9:2 | συνήλθοσαν ἐπ’ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ἰσραήλ ἅμα πάντες. |
| 9:3 | Τότε οἰκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ἰσραὴλ ἐν ὄρει Γαιβάλ, |
| 9:4 | καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς Ἰσραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον ἐκεῖ ὁλοκαυτώματα κυρίῳ, θυσίαν σωτηρίου. |
| 9:5 | καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ἐνώπιον υἱῶν Ἰσραήλ. |
| 9:6 | καὶ πᾶς Ἰσραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν κα ὁ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζείν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβάλ· καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογήσοι τὸν λαὸν ἐν πρώτοις. |
| 9:7 | καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ· |
| 9:8 | οὐκ ἦν ἀπὸ πόντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ ὃ οὐκ ἀνέγνω εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ἰσραήλ, τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις, καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ἰσραήλ. |
| 9:9 | Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα ὅσα ἐποί Κύριος τῇ Ἰερειχὼ καὶ τῇ Γαῖ. |
| 9:10 | καὶ ἐποίησαν καί γε αὐτοὶ πανουργίας, καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο. λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὤμων αὐτῶν οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους, |
| 9:11 | καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν· καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος. |
| 9:12 | καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ἰσραήλ Ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην. |
| 9:13 | καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τὸν Χορραῖον ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην |
| 9:14 | καὶ εἶπαν πρὸς Ἰησοῦν οἰκέται σού ἐσμεν. καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Πόθεν ἐστέ, καὶ πόθεν παραγεγόνατε |
| 9:15 | καὶ εἶπαν Ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου. ἀκηκοάμεν γὰρ τὸ ονὸμἄ αὐτου, καὶ ὅσα έποίησεν έν Αἰγὐπτῴ. |
| 9:16 | καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Ἀμορραίων οἲ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων καὶ τῷ Ὢγ βασιλεῖ τῆς βασᾶν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν. |
| 9:17 | καὶ κοὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες Λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν, καὶ ἐρεῖτε πρὸς αὐτούς οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην. |
| 9:18 | οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν θησαν καὶ γεγόνασιν βεβρωμένοι· |
| 9:19 | καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασιν· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα. |
| 9:20 | καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν, καὶ Κύριον οὐκ ἐπηρώτησαν. |
| 9:21 | καὶ ἐποίησεν Ἰησοῦς πρός αὐτοὺς εἰρήνην. καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς. |
| 9:22 | Καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν, κα ὅτι ἐν αὐτοῖς κατοικοῦσιν. |
| 9:23 | καὶ ἀπῆραν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν. αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφειρὰ καὶ Βειρών, καὶ πόλεις Ἰαρείν. |
| 9:24 | καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ἰαραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν. |
| 9:25 | καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῆ συναγωγῇ Ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν θεόν Ἰσραήλ, καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν· |
| 9:26 | τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς· καὶ οὐκ ἔσται καθ’ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοῖς. |
| 9:27 | ζήσονται, καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθόπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες. |
| 9:28 | καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Διὰ τί παρελογίσασθέ με λέγοντες κατοικούντων ἐν ἡμῖν; |
| 9:29 | καὶ νῦν ἐπικατάρατοί ἐστε. οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ὀπὸς ἐμοὶ καὶ τῷ θεῷ μου. |
| 9:30 | καὶ τῷ Ἰησοῖ λέγοντες Ἀνηηἑλη ἡμῖν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην, καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἀπὸ προσώπου ὑμῶν· καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν, καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο. |
| 9:31 | καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν. |
| 9:32 | καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν ’lσραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς. |
| 9:33 | καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος. |
Provenance
- title
- Joshua 9 (Greek, Swete)
- dialect
- greek
- source
- Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Joshua 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
- licence
- CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
- share
- attribution
- attribution
- Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
- file
- Bible/Old Testament/Joshua/09.greek.swete.L0.txt
L0 witness
Cite as:
Joshua 9 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Joshua 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/joshua/09.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
What the layers are
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
The Kemetic alphabet, generated by code from L1.
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.