Judith 7 (Greek, Swete)

Bible/Old Testament · Judith · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Judith 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

32 lines · a line number is a link to itself
refL0 witness
7:1Τῇ δὲ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πάσῃ τῇ στρατείᾳ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλουὰ καὶ τὰς ἀναβάσεις τῆς ἀρινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
7:2καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες ἀνδρῶν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο, χωρὶς τῆς ἀποσκευῆς τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.
7:3καἰ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουὰ ἐπὶ τῆς πηγῆς, καὶ παρέτειναν εἰς εἶρος ἐπὶ Δωθάειμ ἕως Βελβάιμ, καὶ εἰς μῆκος ἕως Βαιτυλουὰ ἕως Κυαμῶνος ἥ ἐστιν ἀπέναντι τοῦ Ἐσδρηλών.
7:4οἱ δὲ υἱοὶ Ἰσραήλ, ὡς ἴδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα, καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Νῦν ἐκλίξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὕτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν.
7:5καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην.
7:6τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν λοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ἰσραὴλ οἳ ἤσαν ἐν Βετυλουά,
7:7καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν, καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτάς, καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ.
7:8Καὶ προσελθόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν Ἠσαὺ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωὰβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν
7:9Ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου.
7:10ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ἰσραὴλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν ἀλλʼ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων αὐτῶν, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γὰρ ἔστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν.
7:11καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.
7:12ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου, διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους,
7:13διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουά, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων, καὶ παρεμβαλοῦμεν ἐπʼ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα.
7:14καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπʼ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν·
7:15καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθʼ ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προκώπῳ σου ἐν εἰρήνῃ.
7:16Καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ὀλοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόνταων αὐτοῦ, καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν.
7:17καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Ἄμμών, καὶ μετʼ αὐτῶν χιλιάδες πέντε υἱῶν Ἀσσούρ, καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ἰσραήλ.
7:18καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαὺ καἱ οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν τῇ ὀρινῃ ἀπέναντι Δωθάειμ, καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Ἐγρεβὴλ ἥ ἐστιν πλησίον Χοὺς ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμούρ· καὶ ἡ λοιπὴ στρατεία τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.
7:19καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀνεβόησαν πρὸς Κύριον θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα οὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν.
7:20καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ἀσσούρ, οἱ πεζυὶ καὶ ἄρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριάκοντα τέσσαρες· καὶ ἐξέλειπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουὰ πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων,
7:21καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πεῖν.
7:22καὶ ἠθύμησεν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης, καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς.
7:23Καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Ὀζείαν καὶ τοὺς ἄρχοντας τῆς πόλεαως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φαωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον τῶν πρεσβυτέρων
7:24Κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμών, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ἀσσούρ.
7:25καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐυαντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλίᾳ μεγάλῃ.
7:26καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ὀλοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ.
7:27κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν.
7:28μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον.
7:29καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδόν, καὶ ἐβόησαν πρὸς Κύριον τὸν θεὸν φωνῇ μεγάλῃ.
7:30καὶ εἶπεν πρὸς αὐτοὺς Ὀζείας Θαρσεῖτε, ἀδελφοί, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει Κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, οὐ γὰρ ἔγκαταλείψει ἡμᾶς εἰς τέλος·
7:31ἐὸν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν.
7:32καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλεν· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.

Provenance

L0 witness

title
Judith 7 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Judith 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Judith/07.greek.swete.L0.txt

Cite as:

Judith 7 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Judith 7; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/judith/07.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.