Leviticus 11 (Greek, Swete)

Bible/Old Testament · Leviticus · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Leviticus 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

47 lines · a line number is a link to itself
refL0 witness
11:1Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων
11:2Λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ λέγοντες Ταῦτα τὰ κτήνη ἃ φάγεσθε ἀπὸ τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς·
11:3πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας δύο χηλῶν καὶ ἀνάγον μηρυκισμόν, ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε.
11:4πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν·
11:5καὶ τὸν δασύποδα, ὅτο ἀνάγει τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν.
11:6καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν.
11:7καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν, ἀκάθαρτον τοῦτο ὑμῖν.
11:8ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε· ἀκάθαρτα ταῦτα ὑμῖν.
11:9Καὶ ταῦτα ἃ ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασιν καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ταῦτα φάγεσθε.
11:10καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια οὐδὲ λεπίδες ἐν τῷ ὕδατι ἢ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχῆς ζώσης τῆς ἐν τῷ ὕδατι, βδέλυγμά ἐστιν.
11:11καὶ βδελύγματα ἔσονται ὑμῶν. ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε, καὶ τὰ θνησιμαῖα αὐτῶν
11:12καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες τῶν ἐν τῷ ὕδατι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.
11:13Καὶ ταῦτα ἃ βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, κοὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστιν· τὸν ἀετὸν καὶ τὸν γρῦπα καὶ τὸν ἁλιάετον,
11:14καὶ τὸν γύπα καὶ ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ,
11:15καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ,
11:16καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ,
11:17καὶ νυκτικόρακα καὶ καταράκτην καὶ εἰβιν
11:18καὶ πορφυρίωνα καὶ πελεκᾶνα καὶ κύκνον
11:19καὶ γλαῦκα καὶ ἀρωδιὰν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα καὶ νυκτερίδα.
11:20καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσερα, βδελύγματά ἐστιν ὑμῖν.
11:21ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσερα· ὦι σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδῇν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς.
11:22καὶ ταῦτα φάγεσθε ἀπ’ αὐτῶν· τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ, καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῶ.
11:23πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἷς ἐστὶν τέσσαρες πόδες, ’στιν ὑμῖν.
11:24καὶ ἐν τούτοις μιανθήσεσθε· πᾶς τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἕως ἑσπέρας,
11:25καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ι ἕως ἑσπέρας.
11:26καὶ ἐν πᾶσιν τοῖς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν. πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἱστᾶι ἕως ἑσπέρας.
11:27καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις ἃ πορεύεται ἐπὶ τέσσερα, ἀκάθαρτα ὑμῖν ἔσται· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,
11:28καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν.
11:29Καὶ ταῦτα ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· ἡ γαλῆ κα ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῖος,
11:30μυγαλῆ καὶ χαμηλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ.
11:31ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
11:32καὶ πᾶν ἐφ’ ὃ ἂν ἐπιπέσῃ ἀπ’ αὐτῶν τεθνηκότων αὐτῶν ἀκάθαρτον ἔσται, ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας, καὶ καθαρὸν ἔσται.
11:33καὶ πᾶν σκεῦος ὀστράκινον εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον, ὅσα ἐὰν ἔνδον ἦν ἀκάθαρτα ἔσται, καὶ αὐτὸ συντριβήσεται.
11:34καὶ πᾶν βρῶμα ὃ ἔσθεται, εἰς ὃ ἐὰν ἐπέλθῃ ἐπ’ αὐτὸ ὕδωρ, ἀκάθαρτον ἔσται· καὶ πᾶν ποτὸν ὃ πίνεται ἐν παντὶ ἀγγίῳ ἀκάθαρτον ἔσται.
11:35καὶ πᾶν ὃ ἐὰν πέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπ’ αὐτό, ἀκάθαρτον ἔσται· κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται· ἀκάθαρτα ταῦτά ἐστιν, καὶ ἀκάθαρτα ταῦτα ὑμῖν ἔσονται.
11:36πλῆν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος· ἔσται καθαρόν· ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται.
11:37ἐὰν δὲ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον ὃ σπαρήσεται, καθαρὸν ἔσται·
11:38ἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα, καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπ’ αὐτό, ἀκάθαρτόν ἐστιν ὑμῖν.
11:39ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν ὅ ἐστιν ὑμῖν τοῦτο φαγεῖν, ὁ τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
11:40καὶ ὁ ἑ ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
11:41καὶ πᾶν ἑρπετὸν ὃ ἕρπει ἐπὶ τῆς γῆς, βδέλυγμα τοῦτο ἔσται ὑμῖν, οὐ βρωθήσεται.
11:42καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας, καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσερα διὰ παντός, ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε αὐτό, ὅτι βδέλυγμα ὑμῖν ἐστίν.
11:43καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρτετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, καὶ οὐ μιανθήσεσθε ἐν τούτοις, κα οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς.
11:44ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν· καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε, ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς·
11:45ὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός· καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιός εἰμι ἐγὼ Κύριος.
11:46οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν κα τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι κα πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆς,
11:47διαστεῖλαι ἀνὰ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν καθαρῶν, καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ ἐσθιόκαὶ καὶ ἀνὰ μέσον τῶν ζωογονουντων τὰ μὴ ἐσθιόμενα.

Provenance

L0 witness

title
Leviticus 11 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Leviticus 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Leviticus/11.greek.swete.L0.txt

Cite as:

Leviticus 11 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Leviticus 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/leviticus/11.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.