Leviticus 15 (Greek, Swete)

Bible/Old Testament · Leviticus · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Leviticus 15; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

33 lines · a line number is a link to itself
refL0 witness
15:1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων καὶ Ἀαρών
15:2Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς αὐτοῖς Ἀνδρὶ ἀνδρὶ ᾧ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστιν.
15:3καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ ᾗ συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως ἀκαθαρσία αὐτοῦ ἐστίν.
15:4πᾶσα κοίτη ἐφ’ ἧ ἐὰν κοιμηθῇ ἐπ’ αὐτῆς ὁ γονορρυὴς ἀκάθαρτός ἐστιν, καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ ὁ γονορρυὴς ἀκάθαρτον ἔσται.
15:5καὶ ἄνθρωπος ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
15:6καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους ἐφ’ ὃ ἐὰν καθίση ὁ γονορρυὴς πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
15:7καὶ ὁ ἁπτόμενος χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
15:8ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
15:9καὶ πᾶν ἐπίσαγμα ὄνου ἐφ’ ὃ ἄν ἐπιβῇ ἐπ’ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἱστᾶι ἕως ἑσπέρας·
15:10καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἐὰν ἦ ὑποκάτω αὐτοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ κα λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
15:11καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται, πλυνεῖ τὰ ἱμάτια κα λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
15:12καὶ σκεῦος ὀστράκινον οὗ ἂν ἅψηται ὁ γονορρυὴς συντριβήσεται· κα σκεῦος ξύλινον νιφήσεται ὕδατι, καὶ καθαρὸν ἱστᾶι.
15:13ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμόν, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ καθαρὸς ἔσται.
15:14καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόη λήμψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν κα οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσει αὐτὰ τῷ ἱερεῖ.
15:15καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας κα μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.
15:16Καὶ ἄνθρωπος ᾧ ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ακαθαρτος ἔσται ἕως ἑσπέρας·
15:17καὶ πᾶν ἱμάτιον κα πᾶν δέρμα ἐφ’ ὅ ἐὰν ᾖ ἐπ’ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι κα ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
15:18καὶ γυνή, ἐὰν κοιμηθῇ ἀνὴρ μετ’ αὐτῆς σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως
15:19Καὶ γυνὴ ἥτις ἐὰν ᾖ ῥέουσα αἵματι, ἔσται ἡ ῥύσις αὐτῆς ἑ τῷ αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόαὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,
15:20καὶ πᾶν ἐφ’ ὁ ἂν κοιἐπ’ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς ἀκάθαρτον ἔσται, καὶ πᾶν ὃ ἂν ἐπικαθίσῃ ἐπ’ αὐτὸ ἀκάθαρτον ἔσται.
15:21καὶ πᾶς ὃς ἐὰν ς κοίτης αὐτῆς πλυνεῖ τὰ ἱμάτια αὐτοῦ κα λούσεται τὸ αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
15:22καὶ πᾶς ὁ ἀπτόμενος παντὸς σκεύους οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
15:23ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἢ ἐπὶ τοῦ σκεύους οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
15:24ἐὰν δὲ κοίτῃ τις κοιμηθῇ μετ’ αὐτῆς, καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ’ αὐτῷ, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· καὶ πᾶσα κοίτη ἐφ’ ᾗ ἂν κοιμηθῇ ἐπ’ αὐτῆς ἀκάθαρτος ἔσται.
15:25Καὶ γυνὴ ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ῥέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτῆς καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου, ἀκάθαρτος ἔσται.
15:26καὶ πᾶσαν κοίτην ἐφ’ ἢν ἂν κοιμηθῇ ἐπ’ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου.
15:27πᾶς πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
15:28ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας, καὶ μετὰ ταῦτα καθαρισθήσεται.
15:29καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόη λήμψεται αὑτῇ δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
15:30καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα, καὶ περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆς.
15:31Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς.
15:32οὗτος ὁ νόμος τοῦ γονορρυοῦς, καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος ὥστε μιανθῆναι ἐν αὐτῇ·
15:33καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ῥύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρὶ ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης.

Provenance

L0 witness

title
Leviticus 15 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Leviticus 15; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Leviticus/15.greek.swete.L0.txt

Cite as:

Leviticus 15 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Leviticus 15; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/leviticus/15.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.