Numbers 32 (Greek, Swete)

Bible/Old Testament · Numbers · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Numbers 32; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

42 lines · a line number is a link to itself
refL0 witness
32:1XXXIIκαὶ ἴδον τὴν χώραν ᾿Ιαζὴρ καὶ τὴν χώραν Γαλαάδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν.
32:2καὶ προσελθόντες οἱ υἱοὶ ῾Ρουβὴν καὶ οἱ υἱοὶ Γὰρ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεαζὰρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες
32:3᾿Αταρὼθ καὶ Δαιβὼν καὶ ᾿Ιαζὴρ καὶ Νασμβρὰ καὶ ῾Εσεβὼν καὶ ᾿Ελεαλὴ καὶ Σεβαμὰ καὶ Ναβαὺ καὶ βαιάν,
32:4τὴν γῆν ἣν παραδέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει.
32:5καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν ᾿Ιορδάνην.
32:6καὶ εἶπεν τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς ῾Ρουβήν Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;
32:7καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν ᾿Ισραήλ, μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς;
32:8οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδὴς Βαρνὴ κατανοῆσαι τὴν γῆν ;
32:9καὶ ἀνέβησαν Φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν ᾿Ισραήλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς.
32:10καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνη, καὶ ὤμοσεν λέγων
32:11Εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθόν, τὴν γῆν ἢν ὤμοσεν τῷ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ· οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου·
32:12πλὴν Χαλὲβ υἱὸς ᾿Ιεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυή, ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου.
32:13καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν ᾿Ισραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῆ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεά, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου.
32:14ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμόν τῆς ὀργῆς Τυρίου ἐπὶ ᾿Ισραήλ·
32:15ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνοεἰς ὅλην τὴν συναγωγὴν ταύτην.
32:16καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον᾿Επαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν,
32:17καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν ᾿Ισραήλ, ἕως ἄν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.
32:18οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ ᾿Ισραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ.
32:19καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν ἀνατολαῖς.
32:20καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ᾿Εὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον,
32:21καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν ᾿Ιορδάνην ἄναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
32:22καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε· καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ ᾿Ισραήλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου.
32:23ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτησεσθε ἔναντι κυρίου, καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ύμας καταλάβῃ τὰ κακά.
32:24καὶ οἰκοδομήσητε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν, καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν, τοῦτο ποιήσετε.
32:25καὶ εἶπαν οἱ υἱοὶ ῾Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντελεῖται.
32:26ἡ ἀποσκευὴ ἡμῶν καὶ γυναῖκες καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ·
32:27ἱο δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον, δν τρόπον ὁ κύριος λέγει.
32:28Καὶ συνέστησεν αὐτοῖς Μωυσῦς Ἐλεαζὰρ τὸν ἴε ῥέα καὶ Ἰησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ,
32:29καὶ εἶπεν πρὸς αὐτοὺς τοὺς Μωυσῆς Ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθ’ ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει·
32:30ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ εἰς τὸν πόλεμον ἔναντι κυρίου, διαβιβάσατε τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανάαν, καὶ συνκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῆ Χανάαν.
32:31καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ λέγοντες ὅσα ὁ κύριος λέγει τοῖς θεράπουσιν, οὕτως ποιήσομεν·
32:32ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Τυρίου εἰς γῆν Χανάαν, καὶ δώσετε τὴν κατά. σχέσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ἰορδάνου.
32:33καὶ ἔδωκεν , τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβὴν καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ υἱῶν Ἰωσήφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμορραίων καὶ τὴν βασιλείαν Ὢγ βασιλέως βασᾶν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.
32:34Καὶ οἰκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν καὶ τὴν Ἀταρὼθ καὶ τὴν Ἀροὴρ
32:35καὶ τήν Σωφὰρ καὶ τὴν Ἰαζήρ, καὶ ὕψωσαν αὐτάς·
32:36καὶ Ναμρὰμ καὶ τὴν Βαιθαράν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων.
32:37καὶ οἱ υἱοὶ Ῥουβὴν οἰκοδόμησαν τὴν Ἑσεβὼν καὶ Λεαλὴμ καὶ Καριαιθάμ,
32:38καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ Σεβαμά· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν.
32:39καὶ ἐπορεύθη υἱὸς Μαχεὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ καὶ ἔλαβεν αὐτήν, καὶ ἀπώλεσεν τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ.
32:40καὶ ἔδωκεν ἢν Γαλαὰδ τῷ Μαχεὶρ υἱῷ Μανασσή, καὶ κατῴκησεν ἐκεῖ.
32:41καὶ Ἰαεὶρ ὁ τοῦ Μανασσὴ ἐπορεύθη κα ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν, ἆσεν αὐτὰς Ἐπαύλεις Ἰαείρ.
32:42καὶ Νάβαυ ἐπορεύθη κα τὴν Καάθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Νάβωθ του ὀνόματος αὐτοῦ.

Provenance

L0 witness

title
Numbers 32 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Numbers 32; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Numbers/32.greek.swete.L0.txt

Cite as:

Numbers 32 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Numbers 32; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/numbers/32.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.