Proverbs 24 (Greek, Swete)

Bible/Old Testament · Proverbs · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Proverbs 24; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

81 lines · a line number is a link to itself
refL0 witness
24:1υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·
24:2ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
24:3μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται·
24:4μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
24:5κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
24:6μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
24:7σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
24:8ἀλλὰ λογίζονται ἐν συνεδρίοις. ἀπαιδεύτοις συναντᾷ θάνατος,
24:9ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις. ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
24:10ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.
24:11ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.
24:12ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει· καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
24:13φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.
24:14οὕτως αἰσθηθήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
24:15μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων, μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας.
24:16ἑπτάκι γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
24:17ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
24:18ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ.
24:19μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς·
24:20οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
24:21φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα, καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
24:22ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
24:22aaλόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, δεχόμενος δὲ ἐδέξατο αὐτόν.
24:22bbμηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος αὐτοῦ ἀπὸ γλώσσης μὴ ἐξέλθῃ.
24:22ccμάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη· ὃς δʼ ἂν παραδοθῇ, συντριβήσεται.
24:22ddἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει,
24:22eeκαὶ ὀστᾶ ἀνθρώπων κατατρώγει, καὶ συνκαίει ὥσπερ φλόξ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.
24:24Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι. καὶ δεξάμενος αὐτοὺς μετανόει. τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι.
24:25ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί.
24:26θεὸς δεδίδαχέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.
24:27τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ ; τίς ἐκράτησεν τῶν ἄκρων τῆς γῆς, τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ;
24:28πάντες γὰρ λόγοι θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν.
24:29μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.
24:30δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
24:31μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη·
24:32ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾶ ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ.
24:33μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μή ποτε καταράσηταί σε καὶ ἀφανισθῇς.
24:34ἔκγονον κακὸν πατέρα καταρᾶται, τὴν δὲ μητέρα οὐκ εὐλογεῖ.
24:35ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει, τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν.
24:36ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.
24:37ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.
24:38Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν· αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν.
24:39ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
24:40οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία.
24:41χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
24:42ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν, καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
24:43μὴ ἵσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσιν.
24:44μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
24:45ὥσπερ γεώργιον ἀνὴ καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
24:46ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελιμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
24:47ὕστερον ἐγὼ μετενόησα, ἀπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
24:48ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
24:49ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου, καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
24:50Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι. καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν. καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν·
24:51ᾅδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ.
24:52ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
24:53τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω·
24:54ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
24:55τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἢ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον.
24:56διὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
24:57ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων,
24:58καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
24:59τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
24:60οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχύς, καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
24:61καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
24:62ἀβασίλευτόν ἐστιν ἡ ἀκρίς, καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως·
24:63καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν, κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέων.
24:64τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται, καὶ τέταρτον ὃ καλῶς διαβαίνει·
24:65σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
24:66καὶ ἀλέκτωρ ἐνπεριπατῶν θηλείαις εὔψυχος, καὶ τράγος ἡγούμενος αἰπολίου, καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
24:67ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ, καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
24:68ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα· ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.
24:69Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦβασιλέως χρηματισμὸς ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.
24:70τί, τέκνον, τηρήσεις ; τί; ῥήσεις θεοῦ· πρωτογενές, σοὶ λέγω, υἱέ· τί, τέκνον ἐμῆς κοιλίας; τί, τέκνον ἐμῶν εὐχῶν;
24:71μὴ δῷς γυναιξὶ σὸν πλοῦτον, καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.
24:72μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει. οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον δὲ μὴ πινέτωσαν·
24:73ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς.
24:74δίδοτε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,
24:75ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.
24:76ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς·
24:77ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.

Provenance

L0 witness

title
Proverbs 24 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Proverbs 24; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/Proverbs/24.greek.swete.L0.txt

Cite as:

Proverbs 24 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Proverbs 24; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/proverbs/24.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.