Source and licence
share: attributiongreekSource: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Susanna (OG) 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
The text
46 lines · a line number is a link to itself| ref | L0 witness |
|---|---|
| 1:1 | ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ. |
| 1:2 | καὶ ἔλαβε γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον· |
| 1:3 | καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ. |
| 1:4 | καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. |
| 1:5 | Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἱ ἐδόκουν κυβερνῶν τὸν λαόν. |
| 1:6 | καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτοὺς. |
| 1:7 | οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει, γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ἰσραήλ, ὄνομα Σουσάνναν, θυγατέρα Χελκίου, γυναῖκα Ἰωακείμ, περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν |
| 1:8 | καὶ ἐπιθυμήσαντες αὐτῆς, |
| 1:9 | διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδέ μνημονεύειν κριμάτων δικαίων. |
| 1:10 | καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδέ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο. |
| 1:12 | καὶ ὡς ἐγίνετο ὄρθρος, ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν. |
| 1:13 | καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει, καὶ ὁ εἶς τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο, καὶ εἶς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβὼν με; |
| 1:14 | καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ. |
| 1:19 | καὶ εἶπεν εἶς τῷ ἑτέρῳ Πορευθῶμεν πρὸς αὐτὴν· καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν. |
| 1:22 | καὶ εἶπεν αὐτοῖς ἡ Ἰουδαία Οἶδα ὅτι ἐὰν πράξω τοῦτο θάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω οὐκ ἐκφεύξομ τὰς χεῖρας ὑμῶν· |
| 1:23 | κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου. |
| 1:28 | οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτὴν· καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως οὖ παρῴκουσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ἰσραήλ· |
| 1:29 | καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν Ἀποστείλατε ἐπὶ Σουσάνναν, θυγατέρα Χελκίου, ἥτις ἐστὶ γυνὴ Ἰωακείμ. οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν. |
| 1:30 | ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο, καὶ τὰ παιδία Σουσάννας τέσσαρα. |
| 1:31 | ἧν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα. |
| 1:32 | καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν, ἵνα ἐμπλησθῶσιν κάλλους ἐπιθυμίας αὐτῆς. |
| 1:33 | καὶ ἐκλαίοσαν οἱ παρʼ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες. |
| 1:34 | ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς· |
| 1:35 | ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ Κυρίῳ τῷ θεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν αὐτῇ λέγουσα |
| 1:35a | a Κύριε ὁ θεὸς ὁ αἰώνιος, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπʼ ἐμοί. καὶ εἰσήκουσε Κύριος τῆς δεήσεως αὐτῆς. |
| 1:36 | οἱ δὲ δύο πρεσβύτεροι εἶπαν Ἡμεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς, |
| 1:37 | καὶ κυκλοῦντες τὸ στάδιον εἵδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρός, καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις, |
| 1:38 | καὶ αὐτοὶ οὐκ ἤδεισαν ὅτι εἱστήκειμεν. τότε συνειπάμεθα ἀλλήλοις λέγοντες Μάθωμεν τίνες εἰσὶν οὗτοι. |
| 1:39 | καὶ προσελθόντες ἐπέγνωμεν αὐτὴν· ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος. |
| 1:40 | ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν Τίς ὁ ἄνθρωπος; |
| 1:41 | καὶ οὐκ ἀπήγγειλεν ἡμῖν τίς ἦν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα, ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ. |
| 1:44 | –45 Καὶ ἰδοὺ ἄγγελος Κυρίου, ἐκείνης ἐξαγομένης ἀπολέσθαι· καὶ ἔδωκεν ὁ ἄγγελος, καθὼς προσετάγη, πνεῦμα συνέσεως νεωτερῶ ὄντι Δανιὴλ. |
| 1:48 | διαστείλας δὲ Δανιὴλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες ἀπεκτείνατε θυγατέρα Ἰσραήλ; |
| 1:51 | καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς. |
| 1:51a | a ὡς δὲ διεχωρίσθησαν, εἶπεν Δανιὴλ τῇ συναγωγῇ Νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι, λέγοντες Οὐ μὴ ψεύσωνται· ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι. |
| 1:52 | καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ· καὶ εἶπεν αὐτῷ Δανιὴλ Ἅκουε ἄκουε, πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, |
| 1:53 | πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας, καὶ τὸν μέν ἀθῷον κατέκρινας, τοὺς δὲ ἐνόχους ἠφίεις, τοῦ κυρίου λέγοντος Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. |
| 1:54 | νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς; καὶ εἶπεν ὁ ἀσεβής ῾ γπὸ σχῖνον. |
| 1:55 | εἶπεν δὲ ὁ νεώτερος Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν· ὁ γὰρ ἄγγελος Κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον. |
| 1:56 | καὶ τοῦτον μεταστήσας εἶπεν προσαγαγεῖν αὐτῷ τὸν ἕτερον· καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς Σιδῶνος καὶ οὐχ ὡς Ἰούδα; τὸ κάλλος σε ἠπάτησεν, ἡ μικρὰ ἐπιθυμία. |
| 1:57 | καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν. |
| 1:58 | νῦν οὖν λέγε μοι ῾ γπὸ ὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾ γπὸ πρῖνον. |
| 1:59 | καὶ εἶπεν Δανιὴλ Ἁμαρτωλέ, νῦν ὁ ἄγγελος Κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων, ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς, ἵνα καταπρίσῃ σε. |
| 1:60 | –62 Καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ, ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρας· καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοῖς, καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς. καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα· τότε ὁ ἅγγελος Κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν. καὶ ἐσώθη αἶμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
| 1:62a | ᵃΔιὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ἰακὼβ ἐν τῇ ἁπλότητι αὐτῶν. |
| 1:62b | καὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους· εὐσεβήσουσι γὰρ νεώτεροι, καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος. |
Provenance
- title
- Susanna (OG) 1 (Greek, Swete)
- dialect
- greek
- source
- Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Susanna (OG) 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
- licence
- CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
- share
- attribution
- attribution
- Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
- file
- Bible/Old Testament/Susanna (OG)/01.greek.swete.L0.txt
L0 witness
Cite as:
Susanna (OG) 1 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; Susanna (OG) 1; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/susanna-og/01.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
What the layers are
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
The Kemetic alphabet, generated by code from L1.
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.