I Chronicles 11 (Greek, Swete)

Bible/Old Testament · I Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

47 lines · a line number is a link to itself
refL0 witness
11:1Καὶ ἦλθεν πᾶς Ἰσραὴλ πρὸς Δαυεὶδ ἐν Χεβρὼν λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
11:2καὶ ἐχθές καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ. καὶ εἶπεν Ἰσραήλ Κύριός σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.
11:3καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυεὶδ διαθήκην ἐν Χεβρὼν ἐναντίον Κυρίου, καὶ ἔχρισαν τὸν Δαυεὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Σαμουὴλ.
11:4Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλήμ, αὕτη Ἰεβούς, καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν Ἰεβοὺς
11:5εἶπαν τῷ Δαυεὶδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σειών, αὕτη ἡ πόλις Δαυείδ.
11:6καὶ εἶπεν Δαυεὶδ Πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις, καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπʼ αὐτῇ ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουιά, καὶ ἐγένετο εἰς ἄρχοντα.
11:7καὶ ἐκάθισεν Δαυεὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυείδ·
11:8καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν.
11:9καὶ ἐπορεύετο Δαυεὶδ πορευόμενος, καὶ Κύριος Παντοκράτωρ μετʼ αὐτοῦ.
11:10καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν οἳ ἦσαν τῷ Δαυείδ, οἱ κατισχύοντες μετʼ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ.
11:11καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυείδ· Ἰεσεβαδὰ υἱὸς Ἀχαμανεὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν όομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.
11:12καὶ μετʼ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαὶ ὁ Ἀρχωνεί, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.
11:13οὗτος ἦν μετὰ Δαυεὶδ ἐν Φασοδομή, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἤν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσὤπου ἀλλοφύλων.
11:14καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτήν, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην.
11:15καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυεὶδ εἰς τὸ σπήλαιον Ὀδολλὰμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.
11:16καὶ Δαυεὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ.
11:17καὶ ἐπεθύμησεν Δαυεὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλέεμ τοῦ ἐν τῇ πύλη;
11:18καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ, ὅς ἦν ἐν τῇ πύλη, καὶ ἔλαβον πρὸς Δαυείδ, καὶ οὐκ ἤθελεν Δαυεὶδ τοῦ πιεῖν αὐτό· καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
11:19καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
11:20καὶ Ἀβεισὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὖτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,
11:21ἀπὸ τῶν τριῶν ὑπέρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.
11:22καὶ Βαναιὰ υἱὸς Ἰωδάε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπέρ Καβασαήλ· οὗτος ἐπάταξεν τοὺς δύο ἀριὴλ Μωάβ, καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος,
11:23καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν· καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων· καὶ κατέβη ἐπʼ αὐτὸν Βαναίας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
11:24ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωάδ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·
11:25ὑπέρ τοὺς τριάκοντα ἔνδοξος οὗτος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο, καὶ κατέστησεν αὐτὸν Δαυεὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
11:26Καὶ δυνατοὶ τῶν δυνάμεων· Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, Ἐλεανὰν υἱὸς Δωδῶε Βαιθλάεμ,
11:27Σαμαὼθ ὁ Ἀδί Χέλλης ὁ Φελωνεί,
11:28Ὠραὶ υἱὸς ἐκ τῆς Ὁθεκώ, Ἀβιέζερ ὁ Ἀναθωθεἰ,
11:29Σοβοχαὶ ὁ Ἀθεί Ἠλιεὶ ὁ Ἀχωνεί.
11:30Νεερὲ ὁ Νεθωφατεί, Χθάοδ υἱὸς Νοοζὰ ὁ Νετωφατεί,
11:31Αἰρεὶ υἱὸς Ῥεβὲ ἐκ βουνοῦ Βενιαμείν, Βαναίας ὁ Φαραθωνεί,
11:32Οὑρεὶ ἐκ ναχαλεὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθθί
11:33Ἀζβὼν ὁ Βεερμείν, Σαμαβὰ ὁ Ομεί
11:34Βενναίας ὁ Σομολογεννουνείν, Ἰωναθὰν υἱὸς Σωλὰ ὁ Ἀραχεί,
11:35Ἀχεὶμ υἱὸς Ἀχὰρ ὁ Ἀραρεἰ, Ελφὰτ υἱὸς Σθύρ,
11:36Ὅφαρ Μοχόρ. Αχειὰ ὁ Φεδωνεἰ,
11:37Ἡσερὲ ὁ Χαρμαδαί, Νααραὶ υἱὸς Ἀζωβαἰ
11:38μὴλ υἱὸς Ναθάν, Μεβαὰλ υἱὸς Ἀγαρεί,
11:39Σέλη ὁ Ἀμμωνεί, Ναχὼρ ὁ Βερθεὶ αἰρων σκεύη υἱῷ Σαρουία,
11:40Ἰρὰ ὁ Ἠθηρεί, Γαρηοβαί, Ἰοθηρεί
11:41Οὐρεὶ ὁ Χεττεί, Ζαβὲτ υἱὸς Ἀχαιά,
11:42Ἀδεινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων καὶ ἐπʼ αὐτῷ τριάκοντα,
11:43Ἀνὰν υἱὸς Μοωχὰ καὶ Ἰωσαφὰτ ὁ Βαιθανεί,
11:44Ὀζειὰ ὁ Ἀσταρωθεί, Σαμαθὰ καὶ Ἰειά, υἱοὶ Κωθὰν τοῦ Ἀραρεί,
11:45Ἐλθειὴλ υἱὸς Σαμερεὶ καὶ Ἰωάζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ἰεασεί,
11:46Λειὴλ ὁ Μιεὶ καὶ Ἰαριβεὶ καὶ Ἰωσειὰ υἱὸς αὐτοῦ, Ἐλλάαμ καὶ Ἐθεμὰ ὁ Μωαβείτης,
11:47Δαλειὴλ καὶ Ἰωβὴθ καὶ Ἐσσειὴλ ὁ Μειναβειά.

Provenance

L0 witness

title
I Chronicles 11 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Chronicles/11.greek.swete.L0.txt

Cite as:

I Chronicles 11 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 11; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-chronicles/11.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.