I Chronicles 12 (Greek, Swete)

Bible/Old Testament · I Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 12; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

39 lines · a line number is a link to itself
refL0 witness
12:1Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Σωκλά, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κείς. καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ,
12:2καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν, καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις, ἐν τοῖς ἀδελφοῖς Σαοὺλ ἐκ Βενιαμείν·
12:3ὁ ἄρχων Ἀχιέζερ, καὶ Ἰωὰ ὁ υἱὸς Ἀμὰ τοῦ Γεβωθείτου, καὶ Ἰωήλ καὶ Ἰωφάλητ υἱοὶ Ἀσμώθ, καὶ Βερχειά, καὶ Ἰηοὺλ ὁ Ἀναθωθεί,
12:4καὶ Σαμαίας ὁ Γαβαωνείτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, Ἰερμίας καὶ Ἰεζὴλ καὶ Ἰωανὰν καὶ Ἰωαζαβὰβ ὁ Γαδαραθειείμ,
12:5Ἀζαὶ καὶ Ἀρειμοὺθ καὶ Βαδαιὰ καὶ Σαμαραιά καὶ Σαφατὰ ὁ Χαραιφεἰ
12:6Ἠλκανὰ καὶ Ἰησουνεὶ καὶ Ὀζρειὴλ καὶ Ἰωζάρα, Καινὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορεῖται,
12:7καὶ Ἐλιὰ καὶ Ζαβιδιὰ υἱοὶ Ῥαὰμ καὶ οἱ τοῦ Γεδώρ. ⁸καὶ ἀπὸ τοῦ Γεδδεὶ ἐχωρίσθησαν πρὸς Δαυεὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου, αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·
12:9Ἄζα ὁ ἄρχων. Ἀβδειὰ ὁ δεύτερος, Ἐλιὰβ ὁ τρίτος,
12:10Μασεμμανὴ ὁ τέταρτος, Ἰερεμειὰ ὁ πέμπτος,
12:11Ἐθοὶ ὁ ἕκτος, Ἐλιὰβ ὁ ἕβδομος,
12:12Ἰωὰν ὁ ὄγδοος, Ἐλιαζὲρ ὁ ἔνατος,
12:13ʼiερεμειὰ ὁ δέκατος, Μελχαβανναὶ ὁ ἑνδέκατος.
12:14οὖτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἰς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.
12:15οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.
12:16καὶ ἧλθον ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυείδ.
12:17καὶ Δαυεὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθʼ ἑαυτὴν ἐφʼ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.
12:18καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τρυἰκοντα, καὶ εἶπεν Πορεύου καὶ ὁ λαός σου, Δαυεὶδ υἱὸς Ἰεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου· ὅτι ἐβοήθησέν σοι ὁ θεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυείδ, καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.
12:19καὶ ἀπὸ Μανασσὴ προσεχώρησαν πρὸς Δαυεὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησαν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαούλ.
12:20ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωγλὰμ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσὴ Ἐδνὰ καὶ Τωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μειχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθεί· ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασσή.
12:21καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυεὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες· καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατείᾳ ἐν τῇ δυνάμει,
12:22ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυεὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ.
12:23Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατείας, οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου.
12:24υἱοὶ Ἰούδα θυρεωφόροι καὶ δορατοφόροι ἕξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.
12:25τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.
12:26τῶν υἱῶν Λευεὶ τετρακισχίλιοι ἑξακόσιοι·
12:27καὶ Τωαδὰς ὁ ἡγούμενος τῷ Ἀαρών, καὶ μετʼ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι·
12:28καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύι, καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο.
12:29καὶ τῶν υἱῶν Βενιαμεὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἰκου Σαούλ.
12:30καὶ ἀπὸ υἱῶν Ἐφράιμ εἵκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατʼ οἴκους πατριῶν αὐτῶν.
12:31καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ δέκα ὀκτὼ χιλιάδες, καὶ οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυείδ.
12:32καὶ ἀπὸ τῶν υἱῶν Ἰσσαχὰρ γινάσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραήλ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετʼ αὐτῶν.
12:33καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες, βοηθῆσαι τῷ Δαυεὶδ οὐ χεροκένως.
12:34καὶ ἀπὸ Nεφθαλεὶ ἄρχοντες χίλιοι, καὶ μετʼ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες.
12:35καὶ ἀπὸ τῶν Δανειτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.
12:36καὶ ἀπὸ τοῦ Ἀσὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσεράκοντα χιλιάδες.
12:37καὶ ἐκ πέραν τοῦ Ἰορδάνου ἀπὸ Ῥουβὴν καὶ Γαδδεὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.
12:38πάντες οὖτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ, καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ὁ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυείδ.
12:39καὶ ἤσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἱ ἀδελ. φοὶ αὐτῶν.
12:40καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσαχὰρ καὶ Ζαβουλὼν καὶ Nεφθαλεὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχαων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.

Provenance

L0 witness

title
I Chronicles 12 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 12; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Chronicles/12.greek.swete.L0.txt

Cite as:

I Chronicles 12 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Chronicles 12; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-chronicles/12.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.