I Esdras 8 (Greek, Swete)

Bible/Old Testament · I Esdras · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 8; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

92 lines · a line number is a link to itself
refL0 witness
8:1Καὶ μεταγενέστερος τούτων ἐστίν, βασιλεύοντος Ἀρταξέρξου τοῦ βασιλέως Περσῶν, προσέβη Ἔσρας Ἀζαραίου τοῦ Ζεχρίου τοῦ Χελκείου τοῦ Σαλήμου
8:2τοῦ Σαδδουλούκου τοῦ Ἀχειτὼβ τοῦ Ἀμαρθείου τοῦ Ὀζείου τοῦ Βοκκὰ τοῦ Ἀβεισαὶ τοῦ Φεινεὲς τοῦ Ἐλεαζὰρ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως.
8:3οὗτος Ἔσρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ Ἰσραήλ,
8:4καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.
8:5καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ καὶ τῶν ἱερέων καὶ Λευειτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ἰερουσαλήμ,
8:6ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί· οὗτος ἐνιαυτὸς ὁ δεύτερος βασιλεῖ· ἐξελθόντος γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς (⁷)παρεγένοντο εἰς Ἰερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπʼ αὐτῷ.
8:7ὁ γὰρ Ἀψάρος πολλὴν ἐπιστήμην περιεῖχεν, εἰς τὸ μηδὲν παραλείπειν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν πάντα τὸν Ἰσραήλ, δικαιώματα καὶ κρίματα.
8:8Προσπεσόντος παρὰ Ἀρταξέρξου βασιλέως πρὸς Ἔσραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον
8:9Βασιλεὺς Ἀρταξέρξης Ἔσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.
8:10καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συμπορεύεσθαί σοι εἰς Ἰερουσαλήμ.
8:11ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν, καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς·
8:12ὅπως ἐπισκέψωνται κατὰ τὴν Ἰουδαίαν καὶ κατὰ Ἰερουσαλὴμ ἀκολούθως ᾧ ἔχει νόμῳ Κυρίου,
8:13καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι εἰς Ἰερουσαλήμ, καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ κυρίῳ εἰς Ἰερουσαλὴμ (¹⁵)σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ἰερουσαλὴμ
8:14συναχθῆναι, τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα,
8:15ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ἰερουσαλήμ.
8:16καὶ πάντα ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου·
8:17καὶ κατὰ τὰ ἱερὰ σκεύη σου τὰ διδόμενα εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ἰερουσαλήμ. (19)καὶ τὰ λοιπὰ ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου
8:18δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.
8:19καὶ ἐγὼ ἰδοὺ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,
8:20ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατόν.
8:21κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω τῷ θεῷ τῷ ὑψίστῳ, ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν.
8:22καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου (25)μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τούτοις.
8:23καὶ σύ, Ἔσρα, κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλη Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους διδάξεις.
8:24καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι καὶ τὸν νόμον τοῦ θεοῦ σου καὶ τοῦ βασιλικοῦ ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ ἐάν τε καὶ τιμωρίᾳ, μὴ ἀργυρίῳ ζημίᾳ ἢ ἀπαγωγῇ.
8:25εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν μου τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἰερουσαλήμ.
8:26καὶ ἐμέ ἐτίμησεν ἔναντι τῶν βασιλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ.
8:27καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν Κυρίου θεοῦ μου, καὶ συνήγαγον ἐκ τοῦ Ἰσραὴλ ἄνδρας ὥστε συναναβῆναί μοι.
8:28Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως.
8:29ἐκ τῶν υἱῶν Φορός, Γαροσότομος· ἐκ τῶν υἱῶν Ἰεταμάρου, Γάμηλος· τῶν υἱῶν Δαυείδ,
8:30Φαρές, Ζαχαρίας. καὶ μετʼ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα·
8:31ἐκ τῶν Μααθμωάβ, Ἐλιαλωνίας Ζαραίου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι·
8:32ἐκ τῶν υἱῶν Ζαθοής, Εἰεχονίας Ἰεθήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι· τῶν υἱῶν Ἀδείν, Οὐβὴν Ἰωνάθου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·
8:33ἐκ τῶν υἱῶν Λάμ, Ἐσίας Γοθολίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
8:34ἐκ τῶν υἱῶν Σοφοτίου, Ζαραίος Μειχαήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
8:35ἐκ τῶν υἱῶν Ἰωάβ, Ἀβαδίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο·
8:36ἐκ τῶν υἱῶν Βανιάς, Σαλειμὼθ Ἰωσαφίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν ἐξήκοντα·
8:37ἐκ τῶν Βαιήρ, Ζαχαριαὶ Βημαί, καὶ μετʼ αὐτοῦ ἄνδρες εἵκοσι ὀκτώ·
8:38υἱοὶ Ἀστάθ, Ἰωάνης Ἀκατάν, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·
8:39ἐκ τῶν υἱῶν Ἀδωνιακαὶμ οἱ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλειφάλα τοῦ Γεουὴλ καὶ Σαμαίας, καὶ μετʼ αὐτῶν ἄνδρες ἑβδομήκοντα·
8:40ἐκ τῶν υἱῶν Βαναὶ Οὐτοὺ Ἰστακάλκου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.
8:41Καὶ > συναγαγὼν αὐτοὺς ἐπὶ τὸν λεγόμενον Ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς.
8:42καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν Λευειτῶν οὐχ εὑρὼν ἐκεῖ
8:43ἀπέστειλα πρὸς Ἐλεάζαρον καὶ Ἰδούηλον καὶ Μαασμᾶν καὶ Ἐναατὰν καὶ Σαμαίαν καὶ Ἰώριβον, Ναθάν, Ἐννατάν, Ζαχαρίαν καὶ Μεσολαβών, τοὺς ἡγουμένους καὶ ἐπιστήμονας,
8:44καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λααδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ γαζοφυλακίου,
8:45ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Λοδαίῳ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσαντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν,
8:46ἄνδρα ἐπιστήμονα, τῶν υἱῶν Μοολεὶ τοῦ Λευεὶ τοῦ Ἰσραὴλ Ἀσεβηβίαν, καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφοὺς δέκα·
8:47οἱ ἐκ τῶν υἱῶν Χανουναίου καὶ οἱ υἱοὶ αὐτῶν, εἵκοσι ἄνδρες·
8:48καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυείδ, καὶ οἱ ήγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευειτῶν, ἱερόδουλοι, διακόσιοι εἴκοσι· πάντων ἐσημάνθη ὀνοματογραφία.
8:49καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι κυρίου ἡμῶν,
8:50ζητῆσαι παρʼ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς τέκνοις ἡμῶν καὶ κτήνεσιν.
8:51ἐνετράπην γὰρ ἱππεῖς καὶ πεζοὺς προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντίους ἡμῖν.
8:52εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι Ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.
8:53καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν πάντα ταῦτα, καὶ ἐτύχομεν εὐιλάτου.
8:54καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Ἐσερεβίαν καὶ Ἀσσαμίαν, καὶ μετʼ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα.
8:55καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν· οὕτως ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ μεγιστᾶνες καὶ πᾶς Ἰσραήλ.
8:56καὶ παρέδωκεν αὐτοῖς στήσας τάλαντα ἀργυρίου ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρυσίου ταλάντων ἑκατόν, (58)χρυσώματα εἴκοσι, καὶ σκεύη χαλκᾶ ἀπὸ χαλκοῦ χρηστοῦ στίλβοντα σκεύη δέκα.
8:57καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ, κυρίῳ τῶν πατέρων ἡμῶν.
8:58ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ ἐν τοῖς παστοφορίοις τοῦ οἵκου τοῦ κυρίου ἡμῶν.
8:59καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ἰερουσαλὴμ ἤνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου.
8:60Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ τόπου Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἕως ἤλθοσαν εἰς Ἰερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐρύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ· καὶ ἦλθον εἰς Ἰερουσαλήμ.
8:61καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου Μαρμωθὶ Οὐρεία ἱερεῖ,
8:62καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ ὁ τοῦ Φεινεές· καὶ ἦσαν μετʼ αὐτῶν Ἰωσαβεὲς Ἰησοῦς καὶ Μωὲθ Σαβάννου, οἱ Λευεῖται, πρὸς ἀριθμὸν καὶ ὁλκὴν πάντα· (65)καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῇ τῇ ὥρᾳ.
8:63οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ ἐνενήκοντα ἕξ, (67)ἄρνας ἑβδομήκοντα ἕξ, τράγους ὑπὲρ σωτηρίου δέκα δύοἅπαντα θυσίαν τῷ κυρίῳ.
8:64καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου.
8:65Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες
8:66Οὐκ ἐχώρισαν καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται (70)καὶ ἀλλογενῆ ἔθνη τῆς γῆς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Μωαβειτῶν καὶ Αἰγυπτίων καὶ Ἰδουμαίων.
8:67συνῴκισάν τινας τῶν θυγατερῶν αὐτῶν, καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν· καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς. καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.
8:68καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα ἔρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κατέτεινον τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, καὶ ἐκάθισα σύννους καὶ περίλυπος.
8:69καὶ ἐπισυνήχθησαν πρὸς μὲ ὅσοι ποτέ ἐπεκινοῦντο τῷ ῥήματι Κυρίου τοῦ Ἰσραὴλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.
8:70καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας, διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον
8:71Κύριε, ᾔσχυμμαι, ἐντέτραμμαι κατὰ πρόσαωπόν σου.
8:72αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπέρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ
8:73ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης.
8:74καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν, σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν, τοῖς βασιλεῦσιν τῆς γῆς, εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.
8:75καὶ νῦν κατὰ πόσον τι ἡμῖν ἐγενήθη ἔλεος παρὰ τοῦ κυρίου Κυρίου, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ τούτῳ ἁγιάσματος,
8:76καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν, δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν· (81)καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐνκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν,
8:77ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν, δοῦναι ἡμῖν τροφὴν
8:78καὶ δοξάσαι τὸ ἱερὸν ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σειών, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλήμ.
8:79καὶ νῦν τί ἐροῦμεν, Κύριε. ἔχοντες αὐτά; παρέβησαν τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν (84) λέγων
8:80ὅτι Ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν ῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν·
8:81καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν,
8:82καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
8:83καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας. σύ γάρ, Κύριε, ὁ κουφίσας τὰς ἁμαρτίας ἡμῶν,
8:84ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.
8:85οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν.
8:86κύριε τοῦ Ἰσραήλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.
8:87ἰδού ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.
8:88Καὶ ὅτε προσευχόμενος Ἔσρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες, νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει
8:89καὶ φωνήσας Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἐσρᾳ Ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον· καὶ κατῴκησαν γυναῖκες ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· (94)καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ.
8:90ἐν τούτῳ γενέσθω ἡμῖν ὀρκωμοσία πρὸς τὸν κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, (95)ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχήσουσιν τοῦ νόμου τοῦ κυρίου.
8:91ἀναστὰς ἐπιτέλει· (96)πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.
8:92καὶ ἀναστὰς Ἔσρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ τῶν Λευειτῶν παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.

Provenance

L0 witness

title
I Esdras 8 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 8; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Esdras/08.greek.swete.L0.txt

Cite as:

I Esdras 8 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 8; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-esdras/08.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.