I Esdras 9 (Greek, Swete)

Bible/Old Testament · I Esdras · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

55 lines · a line number is a link to itself
refL0 witness
9:1Καὶ ἀναστὰς Ἔσρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνᾶ τοῦ Νασείβου,
9:2καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν, πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.
9:3καὶ ἐγένετο κήρυγμα ἐν ὁλῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας, συναχθῆναι εἰς Ἰερουσαλήμ·
9:4καἰ ὅσοι ἅν μὴ ἀπαντἠσουσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.
9:5Καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἐν τρισὶν ἡμέραις εἰς Ἰερουσαλήμ· οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός.
9:6καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες τὸν ἐνεστῶτα χειμῶνα.
9:7καὶ ἀναστὰς Ἐσρας εἶπεν αὐτοῖς Ὑμεῖς ἠνομήσατε καὶ συνοικήσατε γυναιξὶν ἀλλογενέσιν, προσθεῖναι ἁμαρτίαν τῷ Ἰσραήλ.
9:8καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν,
9:9καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν ἀλλογενῶν.
9:10καὶ ἐφώνησαν πᾶν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ Οὕτως ὡς εἴρηκας ποιήσομεν.
9:11ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύσομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν· καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.
9:12στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς (13)παραγενηθήτωσαν λαβόντες χρόνον·
9:13ἑκάστου τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτάς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.
9:14Ἰνάθας Ἀζαήλου καὶ Ἑζείας Θοκάνου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευεὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.
9:15καὶ ἐποί ησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας.
9:16Καὶ ἐπελέξατο αὐτῷ Ἐσρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.
9:17καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυναχθέντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.
9:18καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες
9:19ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαεήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰώδανος·
9:20καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπέρ τῆς ἀγνοίας αὐτῶν·
9:21καὶ ἐκ τῶν υἱῶν Ἐμήρ, Ἁνανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Θαμαῖος καὶ Ἰερεὴλ καὶ Ἀζαρίας·
9:22καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναίς, Ἀσσείας, Ἰσμάηλος καὶ Ναθαναῆλος καὶ Ὠκαίληδος καὶ Σάλθας·
9:23καὶ ἐκ τῶν Λευειτῶν, Ἰώζαβδος καὶ Σενσεὶς καὶ Κῶνος, οὗτος Καλειταίς, καὶ Παθαῖος· καὶ Ὠούδας καὶ Ἰωανᾶς,
9:24ἐκ τῶν ἱεροψαλτῶν Ἐλιάσεβος, Βάκχουρος,
9:25ἐκ τῶν θυρωρῶν Σάλλουμος καὶ Τολβάνης·
9:26ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φορός, Ἰερμὰ καὶ Ἰεζείας καὶ Μελχείας καὶ Μίληλος καὶ Ἐλεάζαρος καὶ Ἁσεβείας καὶ Βανναίας·
9:27ἐκ τῶν υἱῶν Ἠλά, καὶ Ματὰν καὶ Ζαχαρίας. Ἰεζόρικλος καὶ Ὠαβδεῖος καὶ Ἰερεμὼθ καὶ Ἀηδείας·
9:28καὶ ἐκ τῶν υἱῶν Ζαμόθ, Ἐλιαδᾶς, Ἐλειάσειμος, Ὀθονίας, Ἰαρειμὼθ καὶ Σάβαθος καὶ Ζεραλίας·
9:29καὶ ἐκ τῶν υἱῶν Βηβαί, Ἰωάννης καὶ Ἀνανίας καὶ Ζάβδος καὶ Ἐμαθθίς·
9:30καὶ ἐκ τῶν υἱῶν Μανί, Ὤλαμος, Μάμουχος Ἰεδαῖος, Ἰάσουβος καὶ Ἀσάηλος καὶ Ἰερεμώθ·
9:31καὶ ἐκ τῶν υἱῶν Ἀδδείν, Λάθος καὶ Μοοσσείας, Λακκοῦνος καὶ Ναῖδος, καὶ Βεσκασπασμὺς καὶ Σεσθὴλ καὶ Βαλνοῦς καὶ Μανασσήας·
9:32καὶ ἐκ τῶν υἱῶν Ἁννάν, Ἐλιωδᾶς καὶ Ἀσαίας καὶ Μελχείας καὶ Σαββαίας καὶ Σίμων Χοσάμαος·
9:33καὶ ἐκ τῶν υἱῶν Ἁσόμ, Μαλτανναῖος καὶ Ματταθίας καὶ Σαβανναιοῦς καὶ Ἐλειφαλὰτ καὶ Μανασσὴ καὶ Σεμεεί·
9:34καὶ ἐκ τῶν υἱῶν Βαανεί, Ἰερεμίας, Μομδεῖος, Μάηρος, Ἰουνά, Μαμδαὶ καὶ Πεδίας καὶ Ἀνως, Καραβασειὼν καὶ Ἐνάσειβος καὶ Μαμτάναιμος, Ἐλιασείς, Βαννούς, Ἐδιαλείς, Σομεείς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρά, Σεσεἰς, Ἐζρεἰλ, Ἀζάηλος, Σάματος. Ζαμβρεί, Φόσηπος·
9:35ἐκ τῶν Ὀομά, Ζειτίας, Ζαβαδαίας, Ἠδός, Οὐήλ, Βαναίας.
9:36πάντες οὗτοι συνῷκησαν γυναιξὶν ἀλλογενέσιν, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.
9:37Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν.
9:38Καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς ἱεροῦ πυλῶνος,
9:39καὶ εἶπεν Ἐσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωσέως τὸν παραδοθέντα ὑπὸ τοῦ θεοῦ Ἰσραήλ.
9:40καὶ ἐκόμισεν Ἔσρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσι, ἀκοῦσαι τὸν νόμον, νουμηνίᾳ τοῦ ἑβδόμου μηνός·
9:41καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρου ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον τῶν ἀνδρῶν καὶ γυναικῶν· καὶ ἐπέδωκαν πάντα τὸν νοῦν εἰς τὸν νόμον.
9:42καὶ ἔστη Ἔσρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνοῦ νοῦ βήματος τοῦ κατασ κευασθέντος·
9:43καὶ ἔστησεν αὐτῷ Ματταθίας, Σαμμού, Ἀνανίας, Ἀζαρίας, Οὐρείας, Ἐζεκίας, Βαάλσαμος ἐκ δεξιῶν.
9:44καὶ ἐξ εὐωνύμων Φαλαδαῖος, Μεισαήλ, Μελχείας, Λωθάσουβος, Ναβαρείας, Ζαχαρίας.
9:45καὶ ἀναλαβὼν Ἔσρας τὸ βιβλίον τοῦ πλήθους ἐνώπιον, προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων,
9:46καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἀζαρίας τῷ ὑψίστῳ θεῷ Παντοκράτορι,
9:47καὶ ἐφώνησεν πᾶν τὸ πλῆθος Ἀμήν, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ θεῷ.
9:48Ἰησοῦς καὶ Ἀννιοὺθ καὶ Σαραβίας, Ἰάδεινος, Ἰαρσούβοος, Ἀβταῖος, Aὑταίας, Μαιάννας καὶ Καλείτας, Ἀζαρίας, Κατέθζαβδος, Ἅννιας, Φαλίας, οἱ Λευεῖται, (49)ἐδίδασκον τὸν νόμον Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῖ κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.
9:49Καὶ εἶπεν Ἀτταρατὴ Ἔσρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευείταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας
9:50Ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ· καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τὸν νόμον·
9:51βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν.
9:52ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίη, καὶ μὴ λυπεῖσθε· ὁ γὰρ κύριος δοξάσει ὑμᾶς.
9:53καὶ οἱ Λευεῖται ἐκέλευον τῷ δήμῳ πάντα λέγοντες Ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.
9:54καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι, καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν, καὶ εὐφρανθῆναι μεγάλως·
9:55ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν. καὶ ἐπισυνήχθησαν.

Provenance

L0 witness

title
I Esdras 9 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/I Esdras/09.greek.swete.L0.txt

Cite as:

I Esdras 9 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; I Esdras 9; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/i-esdras/09.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.