Source and licence
share: attributiongreekSource: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 28; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
The text
27 lines · a line number is a link to itself| ref | L0 witness |
|---|---|
| 28:1 | Εἴκοσι ἐτῶν Ἀχὰς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἔξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. |
| 28:2 | καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέως Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν ἐν τοῖς εἰδώλοις αὐτῶν· |
| 28:3 | ἔθυεν ἐν Γαιβενθὸμ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς καὶ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. |
| 28:4 | καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. |
| 28:5 | καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέων Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ἠχμαλώτευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλήν· καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέων Ἰσραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἑαυτῷ πληγὴν μεγάλην. |
| 28:6 | καὶ ἀπέστειλεν Φάκεε ὁ τοῦ Ῥομελὰ βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν 'ἰσχύι, ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν. |
| 28:7 | καὶ ἀπέκτεινεν Ἐζεκρεὶ ὁ δυνατὸς τοῦ Ἐφράιμ τὸν Μαασαίαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐγδρεικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Εἰλκανὰ τὸν διάδοχον τοῦ βασιλέως. |
| 28:8 | καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας υἱοὺς θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν. |
| 28:9 | καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου, Ὠδὴδ ὄνομα· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὀργὴ Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ἰουδά, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔφθακεν. |
| 28:10 | καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἰερουσαλὴμ λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδοὺ ὑμῖν μεθʼ ὑμῶν μαρτυρῆσαι Κυρίῳ θεῷ ἡμῶν; |
| 28:11 | καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ἠχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ Κυρίου ἐφʼ ὑμῖν. |
| 28:12 | καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφράιμ, Οὐδειὰ ὁ τοῦ Ἰωάνου καὶ Ζαχαρίας ὁ τοῦ Μοσολαμὼθ καὶ Ἐζεκίας ὁ τοῦ Σελλὴμ καὶ Ἀμασείας ὁ τοῦ Κοάδ, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου· |
| 28:13 | καὶ εἶπαν αὐτοῖς Οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφʼ ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ἀργὴ Κυρίου θεοῦ ἐπὶ τὸν Ἰσραήλ. |
| 28:14 | καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας. |
| 28:15 | καὶ ἀνέστησαν ἄνδρες οἵ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτούς, καὶ ἔδωκαν καὶ φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν αὐτοὺς εἰς Ἰερειχὼ πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν. |
| 28:16 | Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Ἀχὰς πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ |
| 28:17 | καὶ ἐν τούτῳ, ὅτι Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ἰούδη καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν. |
| 28:18 | καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ἰούδα, καὶ ἔλαβον τὴν Βαιθσάμυς. τὴν Ἀἰλὼ καὶ τὴν Γαληρὼ καὶ τὴν Σαωχὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαλεζὼ καὶ τὰς κώμας αὐτῆς· καὶ κατῴκησαν ἐκεῖ |
| 28:19 | ὅτι ἐταπεί νωσεν Κύριος τὸν Ἰούδαν δι Ἀχὰζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. |
| 28:20 | καὶ ἦλθεν ἐπʼ αὐτὸν αλγαφελλάδαρ βασιλεὺς Ἀσσούρ· καὶ ἔθλιψαν αὐτόν. |
| 28:21 | καὶ ἔλαβεν Ἀχὰς τὰ ἐν οἴκῳ Κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ἀσσούρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῶν, |
| 28:22 | ἀλλ ἡ τῷ θλιβῆναι αὐτόν. καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ Κυρίου, καὶ εἶπεν ὁ βασιλεύς |
| 28:23 | Ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν Fεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονπαί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ. |
| 28:24 | καὶ ἀπέστησεν Ἀχὰζ τὰ σκεύη οἴκου Κυρίου καὶ κατέκοψεν αὐτά, καὶ ἔκλεισεν τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ, |
| 28:25 | καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιῶν θεοῖς ἀλλοτρίοις· καὶ παρώργισαν Κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν. |
| 28:26 | καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. |
| 28:27 | καὶ ἐκοιμήθη Ἀχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. |
Provenance
- title
- II Chronicles 28 (Greek, Swete)
- dialect
- greek
- source
- Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 28; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
- licence
- CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
- share
- attribution
- attribution
- Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
- file
- Bible/Old Testament/II Chronicles/28.greek.swete.L0.txt
L0 witness
Cite as:
II Chronicles 28 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 28; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-chronicles/28.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
What the layers are
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
The Kemetic alphabet, generated by code from L1.
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.