II Chronicles 29 (Greek, Swete)

Bible/Old Testament · II Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 29; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

36 lines · a line number is a link to itself
refL0 witness
29:1καὶ Ἑζεκίας ἐβασίλενσεν εἵκασι καὶ πέντε ἐτῶν, καὶ εἵκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀββα θυγάτηρ Ζαχαριά.
29:2καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.
29:3καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.
29:4καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολάς,
29:5καὶ εἶπεν αὐτοῖς Ἀκούσατε οἱ Λευεῖται· νῦν ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων.
29:6ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐγκατέλιπον αὐτόν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα·
29:7καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ θεῷ Ἰσραήλ.
29:8καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἰερουσαλήμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.
29:9καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν.
29:10ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην μου, διαθήκην Κυρίου θεοῦ Ἰσραήλ· καὶ ἀπέστρεψεν τὴν ὀργὴν θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν.
29:11καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ἡρέτικεν στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουροῦντας καὶ θυμιῶντας.
29:12Καὶ ἀνέστησαν οἱ Λευεῖται, Μαάθ ὁ τοῦ Μασὶ καὶ Ἰωήλ ὁ τοῦ Ζαχαρίου ἐκ τῶν υἱῶν Καάθ, καὶ ἐκ τῶν υἱῶν Μεραρεὶ Κεὶς ὁ τοῦ Ἀβδεὶ καὶ Ζαχαρίας ὁ τοῦ Ἕλλή, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνεὶ ἀπὸ τοῦ Ζεμμὰθ καὶ Ἰώδαν, οὗτοι υἱοὶ Ἰωαχά,
29:13καὶ τῶν υἱῶν Ἐλεισαφὰν καὶ Ζαμβρεὶ καὶ Εἰιήλ, καὶ τῶν υἱῶν Ἀσὰ Ἀζαρίας καὶ Μαθθανίας,
29:14καὶ τῶν υἱῶν ὧν Ἀἱμὰν Ἰειὴλ καὶ Σεμεεί, καὶ τῶν υἱῶν Ἐδειθὼμ Σαμαίας καὶ Οζειήλ·
29:15καὶ συνήγαγεν τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου.
29:16καὶ εἰσῆλθον οἱ ἱερεῖς ἕως εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἵκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ Λευεῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρὼν ἔξω.
29:17καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ τρίτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου, καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτώ, καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ συνετέλεσαν τοῦ μηνὸς τοῦ πρώτου.
29:18καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπαν Ἡγνίσαμεν πάντα τὰ ἐν οἵκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ, καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς,
29:19καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν Ἄχας ὁ βασιλεὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν· ἰδού ἐστιν ἐναντίου τοῦ θυσίαστηρίου Κυρίου.
29:20Καὶ ὥρθρισεν Ἐζεκίας ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως, καὶ ἀνέβη εἰς οἶκον Κυρίου.
29:21καὶ ἀνήνεγκεν μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ἰσραήλ· καὶ εἶπεν τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀυαβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.
29:22καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἶμα καὶ προσέχεον ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεον τὸ αἵμα ἐπὶ τὸ θυσιαστήριον.
29:23καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπʼ αὐτούς.
29:24καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς, καὶ ἐξιλάσαντο τὸ αἶμα αὐτῶν πρὸς τὸ θυσιαστήριον, καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραήλ· ὅτι Ιερὶ παντὸς Ἰσραήλ, εἶπεν ὁ βασιλεύς, ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.
29:25καὶ ἔστησεν τοὺς Λευείτας ἐν οἵκῳ Κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυεὶδ τοῦ βασιλέως καὶ Γὰδ τοῦ προφήτου καὶ Νάθαν τοῦ προφήτου, ὅτι ὄι ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν·
29:26καὶ ἔστησαν οἱ Λευεῖται ἐν ὀργάνοις Δαυεὶδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξιν.
29:27καὶ εἶπεν Ἐζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ἄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυεὶδ βασιλέως.
29:28καὶ πᾶσα ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ἄδοντες καὶ σάλπιγγες σαλπίζουσαι ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις.
29:29καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν.
29:30καὶ εἶπεν Ἐζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευείταις ὑμνεῖν τὸν κύριον ἐν λόγοις Δαυεὶδ καὶ Ἀσὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ, καὶ ἔπεσον καὶ προσεκύνησαν.
29:31καὶ ἀπεκρίθη Ἐζεκίας καὶ εἶπεν Νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καὶ φέρετε θυσίας καὶ αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεως εἰς οἶκον Κυρίου, καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.
29:32καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως ἦς ἀνήεἰς νεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι· ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα.
29:33καὶ οἱ ἡγιασμένοι μόσχοι ἐξακόσιοι, πρόβατα τρισχίλια πεντακόσια.
29:34ἀλλ᾿ ἢ οἱ ἱερεῖς ὀλίγοι ἦσαν καὶ οὐκ ἐδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευεῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς.
29:35καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασιν τῆς τελειώσεως τοῦ σαοτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεαος· καὶ κατορθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου.
29:36καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.

Provenance

L0 witness

title
II Chronicles 29 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 29; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Chronicles/29.greek.swete.L0.txt

Cite as:

II Chronicles 29 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 29; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-chronicles/29.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.