II Chronicles 30 (Greek, Swete)

Bible/Old Testament · II Chronicles · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

27 lines · a line number is a link to itself
refL0 witness
30:1Καὶ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν, καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Ἐφράιμ καὶ Μανασσὴ ἐλθεῖν εἰς οἶκον Κυρίου εἰς Ἰερουσαλὴμ ποιῆσαι τὸ φάσεκ τῷ κυρίῳ θεῷ Ἰσραήλ.
30:2καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἡ ἐν Ἰερουσαλὴμ ποιῆσαι τὸ φάσεκ τῷ μηνὶ τῷ δευτέρῳ.
30:3οὐ γὰρ ἡδυνάσθησαν αὐτὸ ποιῆσαι ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ἰερουσαλήμ.
30:4καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας.
30:5καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ ἀπὸ Βηρσαβεέ ἕως Δὰν ἐλθόντες ποιῆσαι τὸ φάσεκ Κυρίῳ θεῷ Ἰσραὴλ ἐν Ἰερουσαλήμ, ὅτι πλῆθος οὐκ ἐποίησεν κατὰ τὴν γραφήν.
30:6καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰουδὰ κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες Οἱ υἱοὶ Ἰσραήλ, ἐπιστρέψατε πρὸς θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψατε τοὺς ἀνασεσαοσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ.
30:7καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν οἱ ἀπέστησαν ἀπὸ Κυρίου θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε.
30:8καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· δότε δόξαν Κυρίῳ τῷ θεῷ, καὶ εἰσέλθατε εἰς τὸ ἁγίασμα αὐτοῦ ὁ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἀποστρέμμκι ἀφʼ ὑμῶν θυμὸν ὀργῆς.
30:9ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτειρμοῖς ἀντὶ πάντων αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην· ὅτι ἐλεήμων καὶ οἰκτείρμων Κύριος ὁ θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν, ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν.
30:10καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Ἐφράιμ καὶ Μανασσὴ καὶ ἕως Ζαβουλὼν· καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμαοκάάμενοι.
30:11ἀλλὰ ἄνθρωποι Ἀσὴρ καὶ ἀπὸ Μανασσὴ καὶ ἀπὸ Ζαβουλὼν ἐτράπησαν, καὶ ἦλθον εἰς Ἰερουσαλὴμ καὶ ἐν Ἰούδα.
30:12καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου.
30:13καὶ συνήχθησαν εἰς Ἰερουσαλὴμ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα.
30:14καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἰερουσαλήμ, καὶ πάντα ἐν οἷς ἐθυ. μιῶσαν τοῖς ψευδέσιν κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κεδρὼν.
30:15καὶ ἔθυσαν τὸ φάσεκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἐνετράπησαν καὶ ἥγνισαν, καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.
30:16καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευειτῶν.
30:17ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ ἤσαν τοῦ θύειν τὸ φάσεκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ κυρίῳ.
30:18ἰτι πλεῖστον τοῦ λαοῦ ἀπὸ Ἐφράιμ καὶ Μανασσὴ καὶ Ἰσσαχὰρ, Ζαβουλὼν, οὐχ ἥγνισαν, ἀλλὰ ἔφαγον τὸ φάσεκ παρὰ τὴν γραφὴν τοῦτο. καὶ προσηύξατο Ἐζεκίας περὶ αὐτῶν λέγων Κύριος ἀγαθὸς ἐξιλάσθω
30:19ὑπέρ πάσης καρδίας κατευθυνούσης ἐκζητησούσης Κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν, καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.
30:20καὶ ἐπήκουσεν Κύριος τῷ Ἐζεκίᾳ, καὶ ἰάσατο τὸν λαόν.
30:21καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἰερουσαλὴμ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ κυρίῳ ἡμέραν καθʼ ἡμέραν, καὶ οἱ ἱερεῖς καὶ οἱ Αευεῖται ἐν ὄρηάργάνοις τῷ κυρίῳ.
30:22καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευειτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας, θύοντες θυσίας σωτηρίου καὶ ἐξομολογούμενοι τῷ κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν.
30:23καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἄμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ.
30:24ὅτι Ἐζεκίας ἀπήρξατο τῷ Ἰούδᾳ τῇ ἐκκλησίᾳ μόσ χους χιλίους καὶ ἑπτακισχίλια πρόβατα· καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος.
30:25καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλησία, οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, καὶ πᾶσα ἡ ἐκκλησία Ἰούδα, καὶ οἱ εὑρεθέντες ἐξ Ἰσραήλ, καὶ οἱ προσήλυτοι οἱ εἰσελθόντες ἀπὸ γῆς Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἀπὸ Ἰούδα.
30:26καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ἰερουσαλήμ· ἀπὸ ἡμερῶν Σαλωμὼν υἱοῦ Δαυεὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἰερουσαλήμ.
30:27καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευεῖται καὶ ηὐλόγησαν τὸν λαόν· καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν, καὶ ἥλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ, εἰς τὸν οὐρανόν.

Provenance

L0 witness

title
II Chronicles 30 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Chronicles/30.greek.swete.L0.txt

Cite as:

II Chronicles 30 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Chronicles 30; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-chronicles/30.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.