II Samuel 14 (Greek, Swete)

Bible/Old Testament · II Samuel · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 14; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

33 lines · a line number is a link to itself
refL0 witness
14:1καὶ ἔγνω Ἰωὰβ υἱὸς Σαρουίας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Ἀβεσσαλώμ.
14:2καὶ ἀπέστειλεν Ἰωὰβ εἰς θεκῶε, καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπεν πρὸς αὐτήν Πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον, καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι, τοῦτο ἡμέρας πολλάς·
14:3καὶ ἐλεύςῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο. καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.
14:4καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ θεκωεῖτις πρὸς τὸν βασιλέα, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν Σῶσον, βασιλεῦ, σῶσον.
14:5καὶ εἶπεν πρὸς αὐτὴν ὁ βασιλεύς Τί ἔστιν σοι; ἡ δὲ εἶπεν Καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου.
14:6καί γε τῇ δούλῃ σου δύο υἱοι, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπασεν ὁ εἶς τὸν ἕνα ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν.
14:7καὶ ἰδοὺ ἐπανέστη ὁλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν Δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ οὗ ἀπέκτεινεν, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προςώπου τῆς γῆς.
14:8καὶ εἶπεν ὁ βασιλεύς Ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ.
14:9καὶ εἶπεν ἡ γυνὴ ἡ Φεκωεῖτις πρὸς τὸν βασιλέα Ἐπ’ κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος.
14:10καὶ εἶπεν ὁ βασιλεύς Τίς ὁ λαλῶν πρὸς σέ; καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ.
14:11καὶ εἶπεν Μνημονευςάτω δὴ ὁ βασαιλεὺς τὸν κύριον θεὸν αὐτοῦ, πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι, καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου· καὶ εἶπεν Ζῇ Κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν.
14:12καὶ εἶπεν Λαληςάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ῥῆμα· καὶ εἶπεν Λάλησον.
14:13καὶ εἶπεν ἡ γυνή Ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ; ἤ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια, τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ;
14:14ὅτε θανάτῳ ἀποθανόύμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφθειρόμενον ἐπὶ τῆς γῆς ὅ οὐ συναχθήσεται· καὶ λήμψεται ὁ θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ’ αὐτοῦ ἐξεωσμένον.
14:15καὶ νῦν ὅ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα κύριόν μου τὸ ῥῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ὁ λαός σου Λαληςάτω δὴ πρὸς τὸν βασιλέα, εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ·
14:16ὅτι ἀκούσει ὁ βασιλεύς· ῥυςάσθω τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεοῦ.
14:17καὶ εἶπεν ἡ γυνή Εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυςίας, ὅτι καθὼς ἄγγελος θεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ Κύριος ὁ θεός σου ἔσται μετὰ σοῦ.
14:18καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα Μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα ὅ ἐγὼ ἐπερωτῶ σε· καὶ εἶπεν ἡ γυνή Λαληςάτω δὴ ὀ κύριός μου ὁ βασιλεύς.
14:19καὶ εἶπεν ὁ βασιλεύς Μὴ ἡ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ Ζῇ ἡ χθψή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεχιὰ ἤ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς· ὅτι ὁ δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δοὺλης σου πάντας τοὺς λόγους κούτους·
14:20ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ὅ ἐποίησεν ὁ δοῦλός σου Ἰωάβ, τὸν δόλον τοῦτον· καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ, τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ.
14:21καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωάβ Ἰδοὺ δὴ ἐποίηςά σοι κατὰ τὸν λόγον σου τοῦτον· ἐπίστρεψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ.
14:22καὶ ἔπεσεν Ἰωάβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ἰωάβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μον βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.
14:23καὶ ἀνέστη Ἰωὰβ καὶ ἐπορεύθη εἰς Γεδσούρ, καὶ ἤγαγεν τὸν Ἀβεσσαλὼμ εἰς Ἰερουσαλήμ.
14:24καὶ εἶπεν ὁ βασιλεύς Ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ, καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω· καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν.
14:25καὶ ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν καντὶ Ἰσραὴλ αὐνετὸς σφόδρα· ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος.
14:26καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐγένετο ἀπ’ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας ὡς ἄν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ’ ἀυτόν, καὶ κειρόμενος ἀυτὴν ἔστησεν τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοςίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ.
14:27καὶ ἐτέχθησαν τῷ Ἀβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημάρ· αὕτη ἦν γυνὴ αὐτῷ τὸν Ἀβιαθάρ.
14:28Καὶ ἐκάθισεν Ἀβεσσαλὼμ ἐν Ἰερουσαλὴμ δύο ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν.
14:29καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠθέλησεν παραγενέσθαι.
14:30καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ Ἀβεσσαλώμ Ἴδετε ἡ μερὶς ἐν ἐγρῷ τοῦ Ἰωὰβ ἐχόμενά μου, καὶ αὐτῷ κριθαὶ ἐκεῖ· πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν αὐτὰς οἱ παῖδες Ἀβεσσαλώμ, τὴν μερίδα. καὶ παραγίνονται οἱ δοῦλοι Ἰωὰβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν Ἐνεπύρισαν οἱ δοῦλοι Ἀβεσσαλὼμ τὴν μερίδα ἐν πυπρί.
14:31καὶ ἀνέστη Ἰωὰβ καὶ ἦλθεν πρὸς ἀβεσσαλὼμ εἰς τὸν οἶκον, καὶ εἶπεω πρὸς αὐτόν Ἵνα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί;
14:32καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωάβ Ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων Ἦκε ὦδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων Ἵνα τί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωςόν με.
14:33καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ, καὶ προσεκύνγσεν αὐτῷ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ κατὰ πρςόσωπον τοῦ βασιλέως. καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Ἀβεσσαλώμ.

Provenance

L0 witness

title
II Samuel 14 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 14; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Samuel/14.greek.swete.L0.txt

Cite as:

II Samuel 14 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 14; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-samuel/14.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.