II Samuel 15 (Greek, Swete)

Bible/Old Testament · II Samuel · greek · L0 witness

Source and licence

share: attributiongreek

Source: Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 15; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)

Attribution: Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

Licence: CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)

Full provenance and citation

The text

37 lines · a line number is a link to itself
refL0 witness
15:1Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβςσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
15:2καὶ ὤρθρισεν Ἀβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης· καὶ ἐγένετο πᾶς ἀνὴρ ῷ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησεν πρὸς αὐτὸν Ἀβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ Ἐκ ποίας πόλεως σὺ εἶ ; καὶ εἶπεν Ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου.
15:3καὶ εἶπεν πρὸς αὐτὸν ὁ Ἀβεσσαλώμ Ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστιν σου παρὰ τοῦ βασιλέως.
15:4καὶ εἶπεν Ἀβεσσαλώμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ’ ἐμὲ ἐλεύσεται πᾶς ἀνὴρ ᾦ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν ;
15:5καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
15:6καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παωτὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ.
15:7Καὶ ἐηένετο ἀπὸ τέλους τεσσεράκοντα ἐτῶν καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ Πορεύσομαι δὴ καὶ ἀποτίσω τὰς εὐχάς μου ἅς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρών·
15:8ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷοἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέηων Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς Ἰερουσαλήμ, καὶ λατρεύσω τῷ κυρίῳ.
15:9καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐποπεύθη εἰς Χεβρών.
15:10καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε Βεβαςίλεεθκεν βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών.
15:11καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ κλητοί· καὶ πορευόμενοι τῇ ἁπλότητι ἀυτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα.
15:12καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ τῷ Ἀχειτόφελ τῷ Θεκωνεὶ σύμβουλον Δαυεὶδ ἐν πόλει ἀυτοῦ εἰς Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν· καὶ ἐγένετο σύντριμμα ἰσχυρόν, καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ.
15:13Καὶ παρεγένετο ὁ ἀπγγέλλων πρὸς Δαυεὶδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ.
15:14καὶ εἶπεν Δαυεὶδ πᾶσιν τοῖς πασὶ αὐτοῦ τοῖος ἐν Ἰερουσαλήμ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προςώπου Ἀβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς, καὶ ἐξώσῃ ἐφ’ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης.
15:15καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοῦ οἱ παῖδές σου.
15:16καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποςὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον.
15:17καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ, καὶ ἔστησαν ἐν οἴκῳ τῷ Μακράν.
15:18καὶ παντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττεὶ καὶ πᾶς ὁ Φελετθεί, καὶ ἔστησαν ἐπὶ τῆς ελαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ, καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα ἀυτοῦ· καὶ πᾶς ὁ Χερεθθεὶ καὶ πᾶς ὁ Φελεθθεὶ καὶ πάντες οἱ Γεθθαῖοι, οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποςὶν αὐτῶν εἰς Γὲθ καὶ πορευτόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.
15:19καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεὶ τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾿ ἡμῶν ; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως , ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου.
15:20εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ᾿ ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου· ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ᾿ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι ἐφ᾿ οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν.
15:21καὶ ἐπερίθη Ἐθθεὶ τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου.
15:22καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεί Δεῦρο καὶ διάβαινε μετ᾿ ἐμοῦ· καὶ παρῆλθεν Σεθθεὶ ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾿ αὐτοῦ.
15:23καὶ πᾶσα ἡ γῆ ἔκλάιεν φωνῇ μεγάλῃ· καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν κέδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειάρρουν Κεδρών· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.
15:24καὶ ἰδοὺ καί γε Σαδδὼκ καὶ πάντες οἱ Λευεῖται μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθάρ· καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Ἀβιαθάρ, ὡς ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως.
15:25καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδδώκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι ἀυτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς·
15:26καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγὼ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
15:27καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ Ἴδετε, σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Ἀχειμαίας ὁ υἱός σου καὶ Ἰωναθὰν ὁ υἱὸς Ἀβιαθὰρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾿ ὐμων·
15:28ἴδετε, ἐγώ εἰμι στρατεύομαι ἐν ἀραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾿ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι.
15:29καὶ ἀπέστρεψεν Σαδὼκ καὶ Ἀβιαθὰρ τὴν κιβωτὸν εἰς Ἰερουσαλήμ, καὶ ἐκάθισεν ἐκεῖ.
15:30καὶ Δαυεὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος, καὶ αὐτὸς ἐπορεύετο ἀνυόδετος· καὶ πᾶς ὁ λαὸς ὁ μετ’αὐτοῦ ἐπεκάλθψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες.
15:31καὶ ἀνηλλέλη Δαυεὶδ λέγοντες Καὶ Ἀχειτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ· καὶ εἶπεν Δαυείδ Διασκέδασον δὴ τὴν βουλὴν Ἀχειτόφελ, Κύριε ὁ θεός μου.
15:32καὶ ἦν δαυεὶδ ἐρχόμενος ἕως τοῦ Ῥοώς, οὖ προσεκύνησεν ἐκεῖ τῷ θεῷ· καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσεὶ ὁ Ἀρχί, ἑταῖρος Δαυείδ, διερρηχὼς. τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.
15:33καὶ εἶπεν αὐτῷ Δαυείδ Ἐὰν μὲν διαβῇς μετ’ ἐμοῦ, καὶ ἔσῃ ἐπ’ ἐμὲ εἰς βάσταγμα.
15:34καὶ ἂν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Ἀβεσσαλώμ Διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήυθεν ὁ πατήρ σου· καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔαςόν με ζῆσαι· παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καῖ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Ἀχειτόφελ.
15:35καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδὼκ τοῦ βασιλέως, καὶ ἀναγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιαθὰρ τοῖς ἱερεῦσιν.
15:36ἱδοὺ ἐκεῖ μετ’ αὐτῶν δύο υἱοὶ αὐτῶν, Ἀχειμάας υἱὸς τῷ Σαδὼκ καὶ Ἰωναθὰν υἱὸς τῷ Ἀβιαθάρ· καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρὸς μὲ πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε.
15:37καὶ εἰσῆλθεν Χουσεὶ ὁ ἑταῖρος Δαυεὶδ εἰς τὴν πόλιν, καὶ Ἀβεσσαλὼμ εἰσεπορεύετο εἰς Ἰερουσαλήμ. Καὶ XVI

Provenance

L0 witness

title
II Samuel 15 (Greek, Swete)
dialect
greek
source
Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 15; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md)
licence
CC-BY-SA 4.0 — Swete's Greek text via the Open Greek and Latin Project (First1KGreek, urn:cts:greekLit:tlg0527) and the tokenised edition nathans/lxx-swete, both CC BY-SA 4.0 (repository README + upstream license.md, read 2026-09-10; outputs/REPORT-W2-terms.md, LICENCES.md §12.1)
share
attribution
attribution
Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).
file
Bible/Old Testament/II Samuel/15.greek.swete.L0.txt

Cite as:

II Samuel 15 (Greek, Swete). Swete, The Old Testament in Greek according to the Septuagint (Cambridge 1896-1912), via nathans/lxx-swete; II Samuel 15; verse table corpus/greek/verses.tsv (tools/greek_verses_index.py, outputs/REPORT-W2-ingest.md). Layers as published by the Kemetic project (Yousef Hanna), 2026: Coptic · Cairene · Kemetic, /doc/bible/old-testament/ii-samuel/15.greek.swete/. Septuagint (Greek Old Testament), The Old Testament in Greek according to the Septuagint, ed. Henry Barclay Swete (Cambridge University Press, 1896-1912). TEI text from the Open Greek and Latin Project, First1KGreek (urn:cts:greekLit:tlg0527), CC BY-SA 4.0; tokenised edition lxx-swete by Nathan D. Smith (https://github.com/nathans/lxx-swete), CC BY-SA 4.0 (text), MIT (code). Licensed CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/); this derivative is released under the same licence. Re-cut into one line per verse by tools/greek_verses_index.py and filed by tools/build_repository.py; the wording is unchanged, and the only renumbering is the Psalter (title = verse 0 and the poem numbered from 1, ruled 2026-09-10; every label Swete prints is kept in corpus/greek/verses.tsv, column swete_verse).

What the layers are

L0 witness
The text as its witness or edition has it, original spelling; its dialect is a description and is never standardized.
L0.5 transliteration
For Egyptian texts: the transliteration with the editors' marks turned into the symbols ° * < > _ ^ (ruled 2026-09-10). For papyri: the edition's Leiden marks as the same symbols, and the editors' readings beside the scribe's as ‹scribe→editors› (ruled PAP-3).
L1 Cairene
Standardized Greco-Bohairic spelling and grammar, generated by code from the layer above under the rulings of the project.
L2 Kemetic
The Kemetic alphabet, generated by code from L1.
English
Quoted translations where they exist, credited; otherwise model drafts, marked as drafts.